οὗτος σύ, ποῖ τὴν ἀργυρίδα τηνδὶ φέρεις;χρυσίδος δὲ Κρατῖνος ἐν Νόμοις ῾ib. 52':'
χρυσίδι σπένδων γέγραφε τοῖς ὄφεσι πιεῖν διδούς:καὶ Ἕρμιππος ἐν Κέρκωψι ῾ib. 234':'
χρυσίδ᾽ οἴνου πανσέληνον ἐκπιὼν ὑφείλετο.καὶ ὅ γε ἐ — — — — ἐκαλεῖτο δέ τις καὶ βαλανωτὴ φιάλη, ἧς τῷ πυθμένι χρυσοῖ ὑπέκειντο ἀστράγαλοι. Σῆμος δ᾽ ῾FHG IV 495' 'ἐν Δήλῳ ἀνακεῖσθαί φησι χαλκοῦν φοίνικα, Ναξίων ἀνάθημα, καὶ καρυωτὰς φιάλας χρυσᾶς. Ἀναξανδρίδης δὲ ῾II 164 K' 'φιάλας Ἄρεος καλεῖ τὰ ποτήρια ταῦτα. Αἰολεῖς δὲ τὴν φιάλην ἄρακιν καλοῦσι.