previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Κρατίνου δ᾽ εἰπόντος ἐν Δραπέτισιν I 27 K':'
δέχεσθε φιάλας τάσδε βαλανειομφάλους,
Ἐρατοσθένης ἐν τῷ ἑνδεκάτῳ περὶ Κωμῳδίας fr. 25 Strecker' 'τὴν λέξιν ἀγνοεῖν φησι Λυκόφρονα: τῶν γὰρ φιαλῶν οἱ ὀμφαλοὶ καὶ τῶν βαλανείων οἱ θόλοι παρόμοιοι: εἰς δὲ τὸ εἶδος οὐκ ἀρύθμως παίζονται. Ἀπίων δὲ καὶ Διόδωρός φησι: ‘φιάλαι ποιαί, ὧν ὀμφαλὸς παραπλήσιος ἠθμῷ.' δὲ Μυρλεανὸς Ἀσκληπιάδης ἐν τοῖς περὶ ..... ‘Κρατίνου βαλανειόμφαλοι, φησίν, λέγονται, ὅτι οἱ ὀμφαλοὶ αὐτῶν καὶ τῶν βαλανείων οἱ θόλοι ὅμοιοί εἰσιν.' καὶ Δίδυμος δὲ τὰ αὐτὰ εἰπὼν p. 42 Schm' 'παρατίθεται <τὰ> Λυκόφρονος οὕτως ἔχοντα fr. 25 Str':' ‘ἀπὸ τῶν ὀμφαλῶν τῶν ἐν ταῖς γυναικείαις πυέλοις, ὅθεν τοῖς σκαφίοις ἀρύουσιν.' Τίμαρχος δ᾽ ἐν τετάρτῳ περὶ τοῦ Ἐρατοσθένους Ἑρμοῦπεπαῖχθαί τις ἂν οἰηθείη, φησί, τὴν λέξιν, διότι τὰ πλεῖστα τῶν Ἀθήνησι βαλανείων κυκλοειδῆ ταῖς κατασκευαῖς ὄντα τοὺς ἐξαγωγοὺς ἔχει κατὰ μέσον, ἐφ᾽ οὗ χαλκοῦς ὀμφαλὸς ἔπεστιν.' Ἴων δ᾽ ἐν Ὀμφάλῃ fr. 20 N':'
ἴτ᾽ ἐκφορεῖτε, παρθένοι,
κύπελλα καὶ μεσομφάλους.
οὕτω δ᾽ εἴρηκε τὰς βαλανειομφάλους, ὧν Κρατῖνος μνημονεύει v. Litt. d':'
δέχεσθε φιάλας τάσδε βαλανειομφάλους.
καὶ Θεόπομπος δ᾽ ἐν Ἀλθαίᾳ ἔφη I 734 K':'
λαβοῦσα πλήρη χρυσέαν μεσόμφαλον
φιάλην. Τελέστης δ᾽ ἄκατον ὠνόμαζέ νιν,
ὡς τοῦ Τελέστου ἄκατον τὴν φιάλην εἰρηκότος. Φερεκράτης δὲ πεποιηκὼς τοὺς εἰς αὐτὸν ἀναφερομένους Πέρσας φησί ib. 182':'
στεφάνους τε πᾶσι κὠμφαλωτὰς χρυσίδας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: