previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

λάγυνον δὲ μέτρου λέγουσιν εἶναι ὄνομα παρὰ τοῖς Ἕλλησιν, ὡς χοὸς καὶ κοτύλης. [χωρεῖν δ᾽ αὐτὸ κοτύλας Ἀττικὰς δώδεκα.] καὶ ἐν Πάτραις δέ φασι τοῦτ᾽ εἶναι τὸ μέτρον τὴν λάγυνον. ἀρσενικῶς δὲ εἴρηκε τὸν λάγυνον Νικόστρατος μὲν ἐν Ἑκάτῃ II 223 K':'
τῶν κατεσταμνισμένων
ἡμῖν λαγύνων πηλίκοι τινές; Β. τρίχους.
καὶ πάλιν:
τὸν μεστὸν ἡμῖν φέρε λάγυνον.
καὶ ἐν τῇ ἐπιγραφομένῃ Κλίνῃ ib. 224':'
καὶ δυσχερὴς λάγυνος οὗτος πλησίον
ὄξους.
Δίφιλος ἐν Ἀνασῳζομένοις ib. 544':'
λάγυνον ἔχω κενόν, γραῦ, θύλακον δὲ μεστόν.
Λυγκεὺς δ᾽ Σάμιος ἐν τῇ πρὸς Διαγόραν Ἐπιστολῇ γράφει: ‘καθ᾽ ὃν χρόνον ἐπεδήμησας <ἐν> Σάμῳ, Διαγόρα, πολλάκις οἶδά σε παραγινόμενον εἰς τοὺς παρ᾽ ἐμοὶ πότους, ἐν οἷς λάγυνος κατ᾽ ἄνδρα κείμενος οἰνοχοεῖτο, πρὸς ἡδονὴν διδοὺς ἑκάστῳ ποτήριον.' Ἀριστοτέλης δ᾽ ἐν τῇ Θετταλῶν Πολιτείᾳ fr. 452 R' 'θηλυκῶς λέγεσθαί φησιν ὑπὸ Θετταλῶν τὴν λάγυνον. καὶ Ῥιανὸς ἐποποιὸς ἐν Ἐπιγράμμασιν p. 211 M':'
ἥμισυ μὲν πίσσης κωνίτιδος, ἥμισυ δ᾽ οἴνου,
Ἀρχῖν᾽, ἀτρεκέως ἥδε λάγυνος ἔχει.
λεπτοτέρης δ᾽ οὐκ οἶδ᾽ ἐρίφου κρέα: πλὴν γε πέμψας
αἰνεῖσθαι πάντων ἄξιος Ἱπποκράτης.
οὐδετέρως δὲ Δίφιλος ἐν Ἀδελφοῖς εἴρηκεν II 541 K':'
τοιχωρύχον
ἐκεῖνο καὶ τῶν δυναμένων λαγύνιον:
ἔχον βαδίζειν εἰς τὰ γεύμαθ᾽ ὑπὸ μάλης,
καὶ τοῦτο πωλεῖν μέχρι ἂν ὥσπερ ἐν ἐράνῳ
εἷς λοιπὸς κάπηλος ἠδικημένος
ὑπ᾽ οἰνοπώλου.
τὸ δ᾽ ἐν Γηρυονηίδι Στησιχόρουἔμμετρον ὡς τριλάγυνον᾽ τὴν τῶν τριῶν γενῶν ἀμφιβολίαν ἔχει. Ἐρατοσθένης δέ φησι fr. 82 Strecker' 'λέγεσθαι τὴν πέτασον καὶ τὴν στάμνον ὑπό τινων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: