previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δὲ Ἀθηναῖος Καλλίας ῾ἐζητοῦμεν γὰρ ἔτι πρότερον VII 276a' 'περὶ αὐτοὖ μικρὸν ἔμπροσθεν γενόμενος τοῖς χρόνοις Στράττιδος ἐποίησε τὴν καλουμένην γραμματικὴν θεωρίαν οὕτω διατάξας. πρόλογος μὲν αὐτῆς ἐστιν ἐκ τῶν στοιχείων, ὃν χρὴ λέγειν [ἐκ τῶν στοιχείων] διαιροῦντας κατὰ τὰς παραγραφὰς καὶ τὴν τελευτὴν καταστροφικῶς ποιουμένους εἰς τἄλφα:
<.. ἄλφα>, βῆτα, γάμμα, δέλτα, θεοῦ γὰρ εἶ,
ζῆτ᾽, ἦτα, θῆτ᾽, ἰῶτα, κάππα, λάβδα, μῦ,
νῦ, ξεῖ, τὸ οὖ, πεῖ, ῥῶ, τὸ σίγμα, ταῦ, <τὸ> ,
παρὸν φεῖ χεῖ τε τῷ ψεῖ εἰς τὸ .
χορὸς δὲ γυναικῶν ἐκ τῶν σύνδυο πεποιημένος αὐτῷ ἐστιν ἔμμετρος ἅμα καὶ μεμελοπεποιημένος τόνδε τὸν τρόπον: βῆτα ἄλφα βα〉, βῆτα εἶ βε〉, βῆτα ἦτα βη〉, βῆτα ἰῶτα βι〉, βῆτα οὖ βο〉, βῆτα βυ〉, βῆτα βω〉, καὶ πάλιν ἐν ἀντιστρόφῳ τοῦ μέλους καὶ τοῦ μέτρου γάμμα ἄλφα, γάμμα εἶ, γάμμα ἦτα, γάμμα ἰῶτα, γάμμα οὖ, γάμμα , γάμμα , καὶ ἐπὶ τῶν λοιπῶν συλλαβῶν ὁμοίως ἑκάστων τό τε μέτρον καὶ τὸ μέλος ἐν ἀντιστρόφοις ἔχουσι πᾶσαι ταὐτόν. ὥστε τὸν Εὐριπίδην μὴ μόνον ὑπονοεῖσθαι τὴν Μήδειαν ἐντεῦθεν πεποιηκέναι πᾶσαν, ἀλλὰ καὶ τὸ μέλος αὐτὸ μετενηνοχότα φανερὸν εἶναι. τὸν δὲ Σοφοκλέα διελεῖν φασιν ἀποτολμῆσαι τὸ ποίημα τῷ μέτρῳ τοῦτ᾽ ἀκούσαντα καὶ ποιῆσαι ἐν τῷ Οἰδίποδι οὕτως v. 332':'
ἐγὼ οὔτ᾽ ἐμαυτὸν οὔτε σ᾽ ἀλγυνῶ. <τί> ταῦτ᾽
<ἄλλως> ἐλέγχεις;
διόπερ οἱ λοιποὶ τὰς ἀντιστρόφους ἀπὸ τούτου παρεδέχοντο πάντες, ὡς ἔοικεν, εἰς τὰς τραγῳδίας. καὶ μετὰ τὸν χορὸν εἰσάγει πάλιν ἐκ τῶν φωνηέντων ῥῆσιν οὕτως ῾ἣν δεῖ κατὰ τὰς παραγραφὰς ὁμοίως τοῖς πρόσθεν λέγοντα διαιρεῖν, ἵν᾽ τοῦ ποιήσαντος ὑπόκρισις σῴζηται κατὰ τὴν δύναμιν̓:
ἄλφα μόνον, γυναῖκες, εἶ τε δεύτερον
λέγειν μόνον χρὴ καὶ τρίτον μόνον γ᾽ ἐρεῖς
ἦτ᾽ ἄρα φήσω τὸ τέταρτόν τ᾽ αὖ μόνον
ἰῶτα, πέμπτον οὖ, τό θ᾽ ἕκτον μόνον
λέγε. λοίσθιον δὲ φωνῶ σοι τὸ
τῶν ἑπτὰ φωνῶν, ἑπτὰ δ᾽ ἐν μέτροις μόνον.
καὶ τοῦτο λέξασ᾽ εἶτα δὴ σαυτῇ λάλει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: