previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Δίφιλος δ᾽ ἐν Θησεῖ II 557 K' 'τρεῖς ποτε κόρας Σαμίας φησὶν Ἀδωνίοισιν γριφεύειν παρὰ πότον: προβαλεῖν δ᾽ αὐταῖσι τὸν γρῖφον, τί πάντων ἰσχυρότατον; καὶ τὰν μὲν εἰπεῖν σίδηρος,' καὶ φέρειν τούτου λόγου τὰν ἀπόδειξιν, διότι τούτῳ πάντ᾽ ὀρύσσουσίν τε καὶ τέμνουσι καὶ χρῶντ᾽ εἰς ἅπαντα. εὐδοκιμούσᾳ δ᾽ ἐπάγειν τὰν δευτέραν φάσκειν τε τὸν χαλκέα πολὺ κρείττω φέρειν ἰσχύν: ἐπεὶ τοῦτον κατεργαζόμενον καὶ τὸν σίδαρον τὸν σφοδρὸν κάμπτειν, μαλάσσειν, τι ἂν χρήζῃ ποεῖν. τὰν δὲ τρίταν ἀποφῆναι πέος ἰσχυρότατον πάντων, διδάσκειν δ᾽ ὅτι καὶ τὸν χαλκέα στένοντα πυγίζουσι τούτῳ. Ἀχαιὸς δ᾽ Ἐρετριεὺς γλαφυρὸς ὢν ποιητὴς περὶ τὴν σύνθεσιν ἔσθ᾽ ὅτε καὶ μελαίνει τὴν φράσιν καὶ πολλὰ αἰνιγματωδῶς ἐκφέρει, ὥσπερ ἐν Ἴριδι σατυρικῇ. λέγει γάρ p. 582 N':'
λιθάργυρος δ᾽
ὄλπη παρῃωρεῖτο χρίματος πλέα
τὸν Σπαρτιάτην γραπτὸν κύρβιν ἐν διπλῷ ξύλῳ.
τὸν γὰρ λευκὸν ἱμάντα βουληθεὶς εἰπεῖν, ἐξ οὗ ἀργυρᾶ λήκυθος ἐξήρτητο, Σπαρτιάτην γραπτὸν ἔφη κύρβιν ἀντὶ τοῦ Σπαρτιᾶτιν σκυτάλην. ὅτι δὲ λευκῷ ἱμάντι περιειλοῦντες τὴν σκυτάλην οἱ Λάκωνες ἔγραφον ἠβούλοντο εἴρηκεν ἱκανῶς Ἀπολλώνιος Ῥόδιος ἐν τῷ περὶ Ἀρχιλόχου fr. 22 Mich'.' καὶ Στησίχορος δ᾽ ἐν Ἑλένῃ fr. 30 B' '‘λιθάργυρον ποδονιπτῆρα᾽ ἔφη. Ἴων δὲ ἐν Φοίνικι Καινεῖ δρυὸς ἱδρῶτα εἴρηκε τὸν ἰξὸν ἐν τούτοις p. 574 N':'
δρυός μ᾽ ἱδρὼς
καὶ θαμνομήκης ῥάβδος τ᾽ Αἰγυπτία
βόσκει λινουλκὸς χλαῖνα, θήραγρος πέδη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: