previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀντιφάνης δ᾽ ἐν τῷ Προβλήματί φησιν II 92 K':'
ἰχθύσιν ἀμφίβληστρον ἀνὴρ πολλοῖς περιβάλλειν
οἰηθεὶς μεγάλῃ δαπάνῃ μίαν εἵλκυσε πέρκην:
καὶ ταύτην ψευσθεὶς ἄλλην κεστρεὺς ἴσον αὐτὴν
ἦγεν. βουλομένη δ᾽ ἕπεται πέρκη μελανούρῳ.
Β. κεστρεύς, ἀνήρ, μελάνουρος, οὐκ οἶδ᾽ τι λέγεις:
οὐδὲν λέγεις γάρ. Α. ἀλλ᾽ ἐγὼ σαφῶς φράσω.
ἔστι τις ὃς τὰ μὲν ὄντα διδοὺς οὐκ οἶδε δεδωκὼς
οἷσι δέδωκ᾽ οὐδ᾽ αὐτὸς ἔχων ὧν οὐδὲν ἐδεῖτο.
Β. διδούς τις οὐκ ἔδωκεν οὐδ᾽ ἔχων ἔχει;
οὐκ οἶδα τούτων οὐδέν. Α. οὐκοῦν ταῦτα καὶ
γρῖφος ἔλεγεν. ὅσα γὰρ οἶσθ᾽ οὐκ οἶσθα νῦν
οὐδ᾽ ὅσα δέδωκας οὐδ᾽ ὅσ᾽ ἀντ᾽ αὐτῶν ἔχεις.
τοιοῦτο τοῦτ᾽ ἦν. Β. τοιγαροῦν κἀγώ τινα
εἰπεῖν πρὸς ὑμᾶς βούλομαι γρῖφον. Α. λέγε.
Β. πίννη καὶ τρίγλη φωνὰς ἰχθῦ δύ᾽ ἔχουσαι
πόλλ᾽ ἐλάλουν, περὶ ὧν δὲ πρὸς ὅν τ᾽ ᾤοντο λέγειν τι,
οὐκ ἐλάλουν: οὐδὲν γὰρ ἐμάνθανεν, ὥστε πρὸς
ὃν μὲν
ἦν αὐταῖς λόγος, πρὸς δ᾽ αὑτὰς πολλὰ λαλούσας
αὐτὰς ἀμφοτέρας Δημήτηρ ἐπιτρίψαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: