previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μέλλοντος δέ τι τούτοις προστιθέναι τοῦ Οὐλπιανοῦ Αἰμιλιανὸς ἔφη: ‘ὥρα ἡμῖν, ἄνδρες φίλοι, ζητεῖν τι καὶ περὶ γρίφων, ἵνα τι κἂν βραχὺ διαστῶμεν ἀπὸ τῶν ποτηρίων, οὐ κατὰ τὴν Καλλίου τοῦ Ἀθηναίου ἐπιγραφομένην γραμματικὴν τραγῳδίαν. ἀλλ᾽ ἡμεῖς ζητήσωμεν πρότερον μὲν τίς ὅρος τοῦ γρίφου, τίνα δὲ Κλεοβουλίνη Λινδία προὔβαλλεν ἐν τοῖς αἰνίγμασινἱκανῶς γὰρ εἴρηκε περὶ αὐτῶν ἑταῖρος ἡμῶν Διότιμος Ὀλυμπηνός, ἀλλὰ πῶς οἱ κωμῳδιοποιοὶ αὐτῶν μέμνηνται, καὶ τίνα κόλασιν ὑπέμενον οἱ μὴ λύσαντες.' καὶ Λαρήνσιος ἔφη: ‘ μὲν Σολεὺς Κλέαρχος οὕτως ὁρίζεται FHG II 321':' ‘γρῖφος πρόβλημά ἐστι παιστικόν, προστακτικὸν τοῦ διὰ ζητήσεως εὑρεῖν τῇ διανοίᾳ τὸ προβληθὲν τιμῆς ἐπιζημίου χάριν εἰρημένον.' ἐν δὲ τῷ περὶ γρίφων αὐτὸς Κλέαρχός φησιν ἑπτὰ εἴδη εἶναι γρίφων. ‘ἐν γράμματι μέν, οἷον ἐροῦμεν ἀπὸ τοῦ ἄλφα, ὡς ὄνομά τι ἰχθύος φυτοῦ, ὁμοίως δὲ κἂν ἔχειν τι κελεύῃ τῶν γραμμάτων μὴ ἔχειν, καθάπερ οἱ ἄσιγμοι καλούμενοι τῶν γρίφων: ὅθεν καὶ Πίνδαρος πρὸς τὸς1〉 ἐποίησεν ᾠδήν cf. fr. 79 B',' οἱονεὶ γρίφου τινὸς ἐν μελοποιίᾳ προβληθέντος. ἐν συλλαβῇ δὲ λέγονται γρῖφοι, οἷον ἐροῦμεν ἔμμετρον ὁτιδήποτε οὗ ἡγεῖταιβα〉, οἷον βασιλεύς, ὧν ἔχει τελευτὴν τὸναξ〉, ὡς Καλλιάναξ, ὧν τὸν λέοντα καθηγεῖσθαι, οἷον Λεωνίδης, ἔμπαλιν τελικὸν εἶναι, οἷον Θρασυλέων. ἐν ὀνόματι δέ, οἷον ἐροῦμεν ὀνόματα ἁπλᾶ σύνθετα δισύλλαβα, οὗ μορφή τις ἐμφαίνεται τραγικὴ πάλιν ταπεινή, ἄθεα ὀνόματα, οἷον Κλεώνυμος, θεοφόρα, οἷον Διονύσιος, καὶ τοῦτο ἤτοι ἐξ ἑνὸς θεοῦ πλεόνων, οἷον Ἑρμαφρόδιτος: ἀπὸ Διὸς ἄρχεσθαι, Διοκλῆς, Ἑρμοῦ, Ἑρμόδωρος: λήγειν εἰ τύχοι εἰςνικος〉. οἱ δὲ μὴ εἰπόντες ὡς προσετάττετο ἔπινον τὸ ποτήριον.' καὶ μὲν Κλέαρχος οὕτως ὡρίσατο: τί δέ ἐστι τοῦτο τὸ ποτήριον, καλέ μου Οὐλπιανέ, ζήτει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: