previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἡγήσανδρος δ᾽ Δελφὸς καὶ ἐξοίνους τινὰς κέκληκε λέγων οὕτως FHG IV 417':' ‘Κόμων καὶ Ῥοδοφῶν τῶν ἐν Ῥόδῳ πολιτευσαμένων ὄντες ἦσαν ἔξοινοι. καὶ Κόμων εἰς κυβευτὴν σκώπτων τὸν Ῥοδοφῶντα ἔλεγεν:

γέρον, μάλα δή σε νέοι τείρουσι κυβευταί.

Ῥοδοφῶν <τε ἐκείνῳ> τὴν περὶ τὰς γυναῖκας σπουδὴν καὶ τὴν ἀκρασίαν ὠνείδιζεν οὐδεμιᾶς ἀπεχόμενος λοιδορίας.' Θεόπομπος δ᾽ ἐν τῇ ἑκκαιδεκάτῃ τῶν ἱστοριῶν περὶ ἄλλου Ῥοδίου διαλεγόμενός FHG I 300' 'φησι: ‘τοῦ δὲ Ἡγησιλόχου τὰ μὲν ἀχρείου γεγονότος ὑπὸ οἰνοφλυγίας καὶ κύβων καὶ παντάπασιν οὐκ ἔχοντος ἀξίωμα παρὰ τοῖς Ῥοδίοις, ἀλλὰ διαβεβλημένου διὰ τὴν ἀσωτίαν τὴν τοῦ βίου καὶ παρὰ τοῖς ἑταίροις καὶ παρὰ τοῖς ἄλλοις πολίταις.' εἶθ᾽ ἑξῆς λέγων περὶ τῆς ὀλιγαρχίας ἣν κατεστήσατο μετὰ τῶν φίλων ἐπιφέρει: ‘καὶ πολλὰς μὲν γυναῖκας εὐγενεῖς καὶ τῶν πρώτων ἀνδρῶν ᾔσχυναν, οὐκ ὀλίγους δὲ παῖδας καὶ νεανίσκους διέφθειραν: εἰς τοῦτο δὲ προέβησαν ἀσελγείας, ὥστε καὶ κυβεύειν ἠξίωσαν πρὸς ἀλλήλους περὶ τῶν γυναικῶν τῶν ἐλευθέρων καὶ διωμολογοῦντο τοὺς ἐλάττω τοῖς ἀστραγάλοις βάλλοντας ἥντινα χρὴ τῶν πολιτίδων τῷ νικῶντι εἰς συνουσίαν ἀγαγεῖν, οὐδεμίαν ὑπεξαιρούμενοι πρόφασιν, ἀλλ᾽ ὅπως [ἂν] ἕκαστος εἴη δυνατὸς πείθων βιαζόμενος, οὕτω προστάττοντες ἄγειν. καὶ ταύτην τὴν κυβείαν ἔπαιζον μὲν καὶ τῶν ἄλλων Ῥοδίων τινές, ἐπιφανέστατα δὲ καὶ πλειστάκις αὐτὸς Ἡγησίλοχος προστατεῖν τῆς πόλεως ἀξιῶν.' ‘Ἀνθέας δὲ Λίνδιος, συγγενὴς δὲ εἶναι φάσκων Κλεοβούλου τοῦ σοφοῦ, ὥς φησι Φιλόμνηστος ἐν τῷ περὶ τῶν ἐν Ῥόδῳ Σμινθείων FHG IV 477',' πρεσβύτερος καὶ εὐδαίμων ἄνθρωπος εὐφυής τε περὶ ποίησιν ὢν πάντα τὸν βίον ἐδιονυσίαζεν, ἐσθῆτά τε. Διονυσιακὴν φορῶν καὶ πολλοὺς τρέφων συμβάκχους, ἐξῆγέν τε κῶμον αἰεὶ μεθ᾽ ἡμέραν καὶ νύκτωρ. καὶ πρῶτος εὗρε τὴν διὰ τῶν συνθέτων ὀνομάτων ποίησιν, Ἀσωπόδωρος Φλιάσιος ὕστερον ἐχρήσατο ἐν τοῖς καταλογάδην ἰάμβοις. οὗτος δὲ καὶ κωμῳδίας ἐποίει καὶ ἄλλα πολλὰ ἐν τούτῳ τῷ τρόπῳ τῶν ποιημάτων, ἐξῆρχε τοῖς μεθ᾽ αὑτοῦ φαλλοφοροῦσι.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
hide References (1 total)
  • Cross-references from this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: