previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ταῦτ᾽ εἴληφεν Εὐριπίδης ἐκ τῶν τοῦ Κολοφωνίου ἐλεγείων Ξενοφάνους οὕτως εἰρηκότος fr. 2 B':'
ἀλλ᾽ εἰ μὲν ταχυτῆτι ποδῶν νίκην τις ἄροιτο
πενταθλεύων, ἔνθα Διὸς τέμενος
πὰρ Πίσαο ῥοῇσ᾽ ἐν Ὀλυμπίῃ, εἴτε παλαίων
καὶ πυκτοσύνην ἀλγινόεσσαν ἔχων,
εἴτε τὸ δεινὸν ἄεθλον παγκράτιον καλέουσιν,
ἀστοῖσίν κ᾽ εἴη κυδρότερος προσορᾶν
καί κε προεδρίην φανερὴν ἐν ἀγῶσιν ἄροιτο
καί κεν σίτησιν δημοσίων κτεάνων
ἐκ πόλεως καὶ δῶρον οἱ κειμήλιον εἴη:
εἴτε καὶ ἵπποισιν, ταῦτά κε πάντα λάχοι,
οὐκ ἐὼν ἄξιος ὥσπερ ἐγώ. ῥώμης γὰρ ἀμείνων
ἀνδρῶν ἠδ᾽ ἵππων ἡμετέρη σοφίη.
ἀλλ᾽ εἰκῇ μάλα τοῦτο νομίζεται, οὐδὲ δίκαιον
προκρίνειν ῥώμην τῆς ἀγαθῆς σοφίης.
οὔτε γὰρ εἰ πύκτης ἀγαθὸς λαοῖσι μετείη
οὔτ᾽ εἰ πενταθλεῖν οὔτε παλαισμοσύνην,
οὐδὲ μὲν εἰ ταχυτῆτι ποδῶν, τόπερ ἐστὶ πρότιμον
ῥώμης ὅσσ᾽ ἀνδρῶν ἔργ᾽ ἐν ἀγῶνι πέλει,
τοὔνεκεν ἂν δὴ μᾶλλον ἐν εὐνομίῃ πόλις εἴη.
σμικρὸν δ᾽ ἄν τι πόλει χάρμα γένοιτ᾽ ἐπὶ τῷ,
εἴ τις ἀεθλεύων νικῷ Πίσαο παρ᾽ ὄχθας:
οὐ γὰρ πιαίνει ταῦτα μυχοὺς πόλεως.
πολλὰ δὲ καὶ ἄλλα Ξενοφάνης κατὰ τὴν ἑαυτοῦ σοφίαν ἐπαγωνίζεται, διαβάλλων ὡς ἄχρηστον καὶ ἀλυσιτελὲς τὸ τῆς ἀθλήσεως εἶδος. καὶ Ἀχαιὸς δὲ Ἐρετριεὺς περὶ τῆς εὐεξίας τῶν ἀθλητῶν διηγούμενός φησι p. 579 N':'
γυμνοὶ γὰρ ὤθουν, φαιδίμους βραχίονας
ἥβῃ σφριγῶντες ἐμπορεύονται, νέῳ
στίλβοντες ἄνθει καρτερὰς ἐπωμίδας:
ἄδην δ᾽ ἐλαίου στέρνα καὶ ποδῶν κύτος
χρίουσιν ὡς ἔχοντες οἴκοθεν τρυφήν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: