previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οἷαι δ᾽ εἰσὶ παρὰ τοῖς Ἕλλησι μεθύουσαι αἱ γυναῖκες παραδίδωσιν Ἀντιφάνης μὲν ἐν τῇ Ἀκοντιζομένῃ οὕτω II 19 K':'
γείτων ἐστί τις
κάπηλος: οὗτος εὐθὺς ὅταν ἔλθω ποτὲ
διψῶσα, μόνος οἶδ᾽ ὥς γ᾽ ἐμοὶ κεράννυται.
οὔθ᾽ ὑδαρὲς οὔτ᾽ ἄκρατον οἶδ᾽ ἐγώ ποτε
πιοῦσα.
καὶ ἐν Μύστιδι: γυναῖκες δέ εἰσιν αἱ διαλεγόμεναι II 78 K':'
βούλει καὶ σύ, φιλτάτη, πιεῖν;
Β. καλῶς ἔχει μοι. Α. τοιγαροῦν <ἐμοὶ> φέρε.
μέχρι γὰρ τριῶν <δεῖν> φασι τιμᾶν τοὺς θεούς.
Ἄλεξις δὲ Ὀρχηστρίδι II 358':'
γυναιξὶ δ᾽ ἀρκεῖ πάντ᾽, ἐὰν οἶνος παρῇ
πίνειν διαρκής. Β. ἀλλὰ μήν, νὴ τὼ θεώ,
ἔσται γ᾽ ὅσον ἂν βουλώμεθ᾽, ἔσται καὶ μάλα
ἡδύς γ᾽, ὀδόντας οὐκ ἔχων, ἤδη σαπρός,
λέγων, γέρων γε δαιμονίως. Α. ἀσπάζομαι
γραῦν σφίγγα: πρὸς ἐμὲ .... ὡς αἰνίγματα:
λέγε καὶ τὰ λοιπά.
ἐν δὲ Δὶς πενθοῦντι II 316 K' 'Ζωπύρας τινὸς μνημονεύων φησί:
καὶ Ζωπύρα,
οἰνηρὸν ἀγγεῖον.
Ἀντιφάνης Βάκχαις II 35 K':'
ἐπεὶ δὲ τοῦτ᾽ οὐκ ἔστι, κακοδαίμων σφόδρα
ὅστις γαμεῖ γυναῖκα, πλὴν ἐν τοῖς Σκύθαις:
ἐκεῖ μόνον γὰρ οὐδὲ φύετ᾽ ἄμπελος.
Ξέναρχος Πεντάθλῳ II 470 K':'
ὅρκον δ᾽ ἐγὼ γυναικὸς εἰς οἶνον γράφω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: