previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

φιλοπότας δὲ καὶ μεθύσους καταλέγει Θεόπομπος Διονύσιον τὸν νεώτερον, Σικελίας τύραννον, ὃν καὶ τὰς ὄψεις ὑπὸ τοῦ οἴνου διαφθαρῆναι. Ἀριστοτέλης δ᾽ ἐν τῇ Συρακοσίων Πολιτείᾳ p. 528 R' 'καὶ συνεχῶς φησιν αὐτὸν ἔσθ᾽ ὅτε ἐπὶ ἡμέρας ἐνενήκοντα μεθύειν: διὸ καὶ ἀμβλυωπότερον γενέσθαι τὰς ὄψεις. Θεόφραστος δέ φησι καὶ τοὺς ἑταίρους αὐτοῦ κολακεύοντας τὴν τυραννίδα προσποιεῖσθαι μὴ βλέπειν καὶ ὑπ᾽ αὐτοῦ τοῦ Διονυσίου χειραγωγεῖσθαι καὶ μήτε τὰ παρατιθέμενα τῶν ἐδεσμάτων μήτε τὰς κύλικας ὁρᾶν: διὸ κληθῆναι Διονυσιοκόλακας. ἔπινε δὲ πλεῖστον καὶ Νυσαῖος τυραννήσας Συρακοσίων καὶ Ἀπολλοκράτης: Διονυσίου δὲ τοῦ προτέρου οὗτοι υἱοί, ὡς Θεόπομπος ἱστορεῖ ἐν τῇ μ# κἀν τῇ ἑξῆς τῶν ἱστοριῶν FHG I 313'.' γράφει δὲ οὕτως περὶ τοῦ Νυσαίου: ‘Νυσαῖος τυραννήσας ὕστερον Συρακοσίων ὥσπερ ἐπὶ θανάτῳ συνειλημμένος καὶ προειδὼς ὅτι μῆνας ὀλίγους ἤμελλε ἐπιβιώσεσθαι γαστριζόμενος καὶ μεθύων διῆγεν.' ἐν δὲ τῇ τριακοστῇ ἐνάτῃ φησίν p. 312':' ‘Ἀπολλοκράτης Διονυσίου τοῦ τυράννου υἱὸς ἀκόλαστος ἦν καὶ φιλοπότης: καὶ τῶν κολακευόντων τινὲς αὐτὸν παρεσκεύαζον ὡς ἔνι μάλιστα ἀλλοτριώτατα πρὸς τὸν πατέρα διακεῖσθαι.' καὶ Ἱππαρῖνον δὲ τὸν Διονυσίου φησὶν ὑπὸ μέθης τυραννοῦντα ἀποσφαγῆναι. περὶ δὲ τοῦ Νυσαίου καὶ τάδε γράφει p. 312':' ‘Νυσαῖος Διονυσίου τοῦ προτέρου υἱὸς κύριος τῶν ἐν Συρακούσαις γενόμενος πραγμάτων κατεσκευάσατο τέθριππον καὶ τὴν ἐσθῆτα τὴν ποικίλην ἀνέλαβεν, ἔτι δὲ καὶ τὴν ὀψοφαγίαν καὶ τὴν οἰνοφλυγίαν καὶ τὴν τῶν παίδων καὶ τὴν τῶν γυναικῶν ὕβριν καὶ τὴν τῶν ἄλλων ὅσα συντελῆ τούτοις πέφυκε καὶ τὴν δίαιταν διῆγεν οὕτως.' ἐν δὲ τῇ τεσσαρακοστῇ πέμπτῃ αὐτὸς περὶ Τιμολάου λέγων τοῦ Θηβαίου φησίν p. 318':' ‘οὐκ ὀλίγων γὰρ ἤδη γενομένων ἀσελγῶν περὶ τὸν βίον τὸν καθ᾽ ἡμέραν καὶ τοὺς πότους οὐδένα νομίζω τῶν ἐν ταῖς πολιτείαις ὄντων οὔτ᾽ ἀκρατέστερον οὔτε λιχνότερον οὔτε δοῦλον γεγονέναι μᾶλλον τῶν ἡδονῶν, εἰ μή, ὥσπερ εἶπον, Τιμόλαον.' ἐν δὲ τῇ τρίτῃ καὶ εἰκοστῇ περὶ Χαριδήμου τοῦ Ὠρείτου διηγούμενος, ὃν Ἀθηναῖοι πολίτην ἐποιήσαντο, φησίν p. 304':' ‘τήν τε γὰρ δίαιταν ἑωρᾶτο τὴν καθ᾽ ἡμέραν ἀσελγῆ καὶ τοιαύτην ποιούμενος ὥστε πίνειν καὶ μεθύειν αἰεί, καὶ γυναῖκας ἐλευθέρας ἐτόλμα διαφθείρειν: καὶ εἰς τοσοῦτον προῆλθεν ἀκρασίας ὥστε μειράκιόν τι παρὰ τῆς βουλῆς τῆς τῶν Ὀλυνθίων αἰτεῖν ἐπεχείρησεν, τὴν μὲν ὄψιν ἦν εὐειδὲς καὶ χάριεν, ἐτύγχανε δὲ μετὰ Δέρδου τοῦ Μακεδόνος αἰχμάλωτον γεγενημένον.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: