previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ τὸν Ὀδυσσέα δὲ Ὅμηρος πολυφάγον καὶ λαίμαργον παραδίδωσιν ὅταν λέγῃ Od. 7.215':'
ἀλλ᾽ ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενόν περ:
οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλο
ἔπλετο, τ᾽ ἐκέλευσεν ἕο μνήσασθαι ἀνάγκῃ
καὶ μάλα τειρόμενον καὶ ἐνιπλησθῆναι ἀνώγει.
ὑπερβάλλουσα γὰρ ἐν τούτοις φαίνεται αὐτοῦ λαιμαργία μετὰ τοῦ μηδὲ ἐν δέοντι τὰ περὶ τῆς γαστρὸς γνωμολογεῖν. ἐχρῆν γάρ, εἰ καὶ ἐλίμωττεν, διακαρτερεῖν μετριάζειν τὰ περὶ τὴν τροφήν. τὸ δὲ τελευταῖον καὶ τὴν τελειοτάτην αὐτοῦ παρίστησι λαιμαργίαν καὶ γαστριμαργίαν:

ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω φρεσίν: δὲ μάλ᾽ αἰεὶ
ἐσθέμεναι κέλεται καὶ πινέμεν, ἐκ δέ με πάντων
ληθάνει ὅσσ᾽ ἔπαθον, καὶ ἐνιπλησθῆναι ἀνώγει.

ταῦτα γὰρ οὐδ᾽ ἂν ἐκεῖνος Σαρδανάπαλλος εἰπεῖν ποτε ἂν ἐτόλμησεν. γέρων τε ὢν
ἤσθιεν ἁρπαλέως κρέα τ᾽ ἄσπετα καὶ μέθυ ἡδύ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
hide References (2 total)
  • Cross-references from this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: