previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καί τινος εἰπόντος ὅτι Μένανδρος ἐν Ἥρωι ἔφη IV 129 M':'
χοῦς κεκραμένου
οἴνου: λαβὼν ἔκπιθι τοῦτον,
Δημόκριτος ἔφη: ‘Ἡσίοδος μέν, ἑταῖροι, παραινεῖ opp. 596'

τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον ἱέμεν οἴνου. δι᾽ ὃν καὶ Ἀναξίλας ἐν Νηρεῖ ἔφη II 271 K':'

καίτοι πολύ γ᾽ ἐσθ᾽ ἥδιον. οὐ γὰρ ἄν ποτε
ἔπινον <ἂν> τρί᾽ ὕδατος, οἴνου δ᾽ ἓν μόνον.
Ἄλεξις δ᾽ ἐν Τιτθῇ ἔτι σωφρονικώτερον κιρνάναι παρακελεύεται II 380 K':'
ἰδού [γάρ], πάρεστιν οἶνος: οὐκοῦν ἐγχέω
κρίτωνα; Β. πολὺ βέλτιον ἕνα καὶ τέτταρας.
Α. ὑδαρῆ λέγεις: ὅμως δὲ ταύτην ἐκπιὼν
λέγ᾽ εἴ τι καινόν, διατριβήν τε τῷ πότῳ
ποιῶμεν.
καὶ Διοκλῆς ἐν Μελίσσαις I 768 K':'
πῶς δὲ καὶ κεκραμένον
πίνειν τὸν οἶνον δεῖ με; Β. τέτταρα καὶ δύο.'
δ᾽ οὖν κρᾶσις αὕτη παρὰ τὸ ἔθος οὖσα ἐπέμνησε τάχα καὶ τὴν θρυλουμένην παροιμίαν:
πέντε πίνειν τρί᾽ μὴ τέτταρα.
γὰρ δύο πρὸς πέντε πίνειν φασὶ δεῖν ἕνα πρὸς τρεῖς. περὶ δὲ ταύτης τῆς κράσεως Ἴων ποιητὴς ἐν τῷ περὶ Χίου φησὶν FHG II 50' 'ὅτι εὑρὼν μάντις Παλαμήδην ἐμαντεύσατο πλοῦν ἔσεσθαι τοῖς Ἕλλησι πίνουσιν τρεῖς πρὸς ἕνα κυάθους. οἳ δ᾽ ἐπιτεταμένως χρώμενοι τῷ ποτῷ δύο οἴνου ἔπινον πρὸς πέντε ὕδατος. Νικοχάρης γοῦν ἐν Ἀμυμώνῃ πρὸς τοὔνομα παίζων ἔφη I 770 K':'
Οἰνόμαος οὗτος, χαῖρε πέντε καὶ δύο:
κἀγώ τε καὶ σὺ συμπόται γενοίμεθα.
τὰ παραπλήσια εἴρηκε καὶ ἐν Λημνίαις p. 773'.' Ἀμειψίας δ᾽ ἐν Ἀποκοτταβίζουσιν I 671 K':' ἐγὼ δὲ Διόνυσος πᾶσιν ὑμῖν εἰμὶ πέντε καὶ δύο. Εὔπολις Αἰξί I 260 K':'
Διόνυσε, χαῖρε: μή τι πέντε καὶ δύο;
Ἕρμιππος Θεοῖς I 230 K':'
ἔπειθ᾽ ὅταν πινώμεθ᾽ διψώμεθα,
εὐχόμεθα πρὸς τοῦθ᾽ οἶνος, κέρας, γενοῦ.'
οὐκ ἀστου καὶ πηλουγω φέρω παίζων ἅμα,
καυθεὶς γεγένηται τοῦτο πέντε καὶ δύο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: