previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοῖς οὖν θεοῖσ᾽ κατὰ τὸν Πλάτωνα, ὡς ἐν Φιλήβῳ φησίν p. 61 bc',' ‘εὐχόμενοι κεραννύωμεν, εἴτε Διόνυσος εἴθ᾽ Ἥφαιστος εἴθ᾽ ὅστις θεῶν ταύτην τὴν τιμὴν εἴληχε τῆς συγκράσεως. καθάπερ γὰρ ἡμῖν οἰνοχόοις τισὶν παρεστᾶσιν κρῆναι, καὶ μέλιτος μὲν ἂν ἀπεικάζοι τις τὴν τῆς ἡδονῆς, τὴν δὲ τῆς φρονήσεως νηφαντικὴν καὶ ἄοινον αὐστηροῦ τινος καὶ ὑγιεινοῦ ὕδατος: ἃς προθυμητέον ὡς κάλλιστα συμμιγνύναι.' ὥρα οὖν πίνειν ἡμῖν ἐστι, καὶ τῶν παίδων τις ἐκ τοῦ κυλικείου τῶν ποτηρίων παραφερέτω: ὁρῶ γὰρ πλῆθος καλῶν καὶ ποικίλων ἐκπωμάτων.' δοθέντος οὖν ποτηρίου μεγάλου ἔφη: ‘ἀλλ᾽ ἀκρατέστερόν μοι, παῖ, τῷ κυάθῳ πληρῶν ἔγχει εἰς τὴν κύλικα, μὴ κατὰ τὸν κωμῳδιοποιὸν Ἀντιφάνην, ὃς ἐν Διδύμοις φησί II 44 K':'
τὸ ποτήριόν μοι τὸ μέγα προσφέρει λαβών.
ἐνεχεάμην ἄκρατον: ‘ἔγχει, παιδίον,
κυάθους θεῶν τε καὶ θεαινῶν μυρίους:
ἔπειτ᾽ ἐπὶ τούτοις πᾶσι τῆς σεμνῆς θεᾶς
καὶ τοῦ γλυκυτάτου βασιλέως διμοιρίαν.'
ἐμοὶ οὖν, παῖ, ζωρότερον κέραιρε: οὔπω γὰρ λέγομεν περὶ ἀριθμοῦ κυάθων. δείξω δὲ ὅτι καὶ κύαθος εἴρηται καὶ τὸ ἀκρατέστερον, καὶ περὶ οἰνοχόων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: