Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπὶ τούτοις ὁ Οὐλπιανὸς ἔφη: ‘
ἐπεὶ δεδείπναμεν ῾εἴρηκε δὲ οὕτως Ἄλεξις ἐν Κουρίδι ῾II 334 K':' ‘
ἐπεὶ
πάλαι δεδείπναμεν᾽,
Εὔβουλος Προκρίδι ῾II 195 K':'
‘
ἡμεῖς δ᾽ οὐδέπω δεδείπναμεν᾽ καὶ πάλιν: ‘
ὃν χρὴ δεδειπνάναι πάλαι,'
καὶ Ἀντιφάνης ἐν Λεωνίδῃ ῾II 70 K':'
ἀλλὰ πρὶν δεδειπνάναι
ἡμᾶς παρέσται,
καὶ Ἀριστοφάνης ἐν Προαγῶνι ῾I 511 K':'
ὥρα βαδίζειν μοὐστὶν ἐπὶ τὸν δεσπότην:
ἤδη γὰρ αὐτοὺς οἴομαι δεδειπνάναι,
καὶ ἐν Δαναίσιν ῾p. 455':'
ἤδη παροινεῖς <ἐς> ἐμὲ πρὶν δεδειπνάναι,
καὶ Πλάτων Σοφισταῖς ῾I 638 K' '
καὶ Ἐπικράτης ὁ
Ἀμβρακιώτης—
μέσης δ᾽ ἐστὶ κωμῳδίας ποιητής—
ἐν Ἀμαζόσιν ῾II 282 K':'
δεδειπνάναι γὰρ ἅνδρες εὐκαίρως πάνυ
δοκοῦσί μοι.
καὶ ἠρίσταμεν δ᾽ εἴρηκεν Ἀριστοφάνης ἐν Ταγηνισταῖς ῾I 520 K':'
ὑποπεπώκαμεν .., ὦνδρες, καὶ καλῶς ἠρίσταμεν,
καὶ Ἕρμιππος ἐν Στρατιώταις ῾I 242 K':' ‘
ἠριστάναι
[καὶ παριστάναι] τουτί᾽,
Θεόπομπος Καλλαίσχρῳ
῾I 738 K':'
ἠρίσταμεν: δεῖ γὰρ συνάπτειν τὸν λόγον.
καταριστᾶν δὲ εἴρηκεν ἐν τῷ Πολιτικῷ Ἀντιφῶν
οὕτως ῾fr. 79 Tur':' ‘
ὅτ᾽ ἄν τις πράγματα τὰ ἑαυτοῦ ἢ τὰ
τῶν φίλων κατηρίστηκεν.'
παραδεδειπνημένος δ᾽ εἴρηκεν Ἄμφις ἐν Πλάνῳ οὕτως ῾II 245 K':' ‘
παραδεδειπνημένος,
παῖδες,
πάλαι.‘
᾽—