previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μέγα γὰρ ἀνθρώποις κακὸν γαστήρ, περὶ ἧς φησιν Ἄλεξις ἐν Συναποθνῄσκουσι II 374 K':'
μάθοις τ᾽ ἂν οἷον ἀνθρώποις κακόν
ἐστιν γαστήρ, διδάσκει δ᾽ οἷ᾽ ἀναγκάζει θ᾽ ὅσα.
εἴ τις ἀφέλοι τοῦτ᾽ ἀφ᾽ ἡμῶν τὸ μέρος ἀπὸ τοῦ
σώματος,
οὔτ᾽ ἂν ἀδικοῖτ᾽ οὐδὲν οὐδεὶς οὔθ᾽ ὑβρίζοι τἂν ἑκών.
νῦν δὲ διὰ ταύτην ἅπαντα γίνεται τὰ δυσχερῆ.
Δίφιλος δ᾽ ἐν Παρασίτῳ II 560 K':'
εὖ γ᾽ κατάχρυσος εἶπε πόλλ᾽ Εὐριπίδης,
νικᾷ δὲ fr. 907 N' '‘χρεία μ᾽ ταλαίπωρός τέ μου
γαστήρ.' ταλαιπωρότερον οὐδέν ἐστι γὰρ
τῆς γαστρός: εἰς ἣν πρῶτον ἐμβαλεῖς <ὅσ᾽ ἂν>
οὐχ ἕτερον <εἰς> ἀγγεῖον. ἐν πήρᾳ φέροις
ἄρτους ἄν, ἀλλ᾽ οὐ ζωμόν, διαφθερεῖς.
εἰς σπυρίδα μάζας ἐμβαλεῖς, ἀλλ᾽ οὐ φακῆν:
οἰνάριον εἰς λάγυνον, ἀλλ᾽ οὐ κάραβον.
εἰς τὴν θεοῖς ἐχθρὰν δὲ ταύτην εἰσφόρει
πάνθ᾽ ἑαυτοῖς μηδὲν ὁμολογούμενα.
κοὐ προστίθημι τἄλλα, διότι πανταχοῦ
διὰ τὴν τάλαιναν πάντα ταῦτα γίνεται.
καὶ Κράτης δ᾽ κυνικός, ὥς φησι Σωσικράτης ἐν ταῖς Διαδοχαῖς, ἐπερράπισε Δημήτριον τὸν Φαληρέα σὺν τῇ πήρᾳ τῶν ἄρτων καὶ λάγυνον πέμψαντα οἴνου: ‘εἴθε γάρ, ἔφη, τὰς κρήνας καὶ ἄρτους ἦν φέρειν.' Στίλπων δ᾽ οὐ κατεπλάγη τὴν ἐγκράτειαν καταφαγὼν σκόροδα καὶ κατακοιμηθεὶς ἐν τῷ τῆς Μητρὸς τῶν θεῶν ἱερῷ: ἀπείρητο δὲ τῷ τούτων τι φαγόντι μηδὲ εἰσιέναι. ἐπιστάσης δὲ αὐτῷ τῆς θεοῦ κατὰ τοὺς ὕπνους καὶ εἰπούσης ὅτιφιλόσοφος ὤν, Στίλπων, παραβαίνεις τὰ νόμιμα᾽, καὶ τὸν δοκεῖν ἀποκρίνασθαι [κατὰ τοὺς ὕπνους]: ‘σὺ δέ μοι πάρεχε ἐσθίειν καὶ σκορόδοις οὐ χρήσομαι.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: