καὶ ποκά τοι δώσω τρίποδος κύτος,κἀν τῷ ε# δὲ ἐμφανίζει αὑτοῦ τὸ ἀδηφάγον λέγων οὕτως ῾fr. 76':'
ᾧ κ᾽ ἔνι ......... λε᾽ ἀγείρῃς.
ἀλλ᾽ ἔτι νῦν γ᾽ ἄπυρος, τάχα δὲ πλέος
ἔτνεος, οἷον ὁ παμφάγος Ἀλκμὰν
ἠράσθη χλιερὸν πεδὰ τὰς τροπάς.
οὔ τι γὰρ ἠὺ τετυγμένον ἔσθει ...
ἀλλὰ τὰ κοινὰ γάρ, ὥσπερ ὁ δᾶμος,
ζατεύει.
ὥρας δ᾽ ἔσηκε τρεῖς, θέροςἈναξίλας δ᾽ ὁ κωμικὸς περὶ Κτησίου τινὸς διαλεγόμενος ἐν Χρυσοχόῳ δράματί φησιν ῾II 273 K':'
καὶ χεῖμα κὠπώραν τρίταν
καὶ τέτρατον τὸ ἦρ, ὅκα
σάλλει μέν, ἐσθίεν δ᾽ ἄδαν
οὐκ ἔστι.
ἤδη σχεδόν τι πάντα σοι πλὴν Κτησίου.κἀν Πλουσίοις ῾ib. p. 272':'
δείπνου γὰρ οὗτος, ὡς λέγουσιν οἱ σοφοί,
ἀρχήν, τελευτὴν δ᾽ οὐκ ἐπίσταται μόνος.
διαρραγήτω χἄτερος δειπνῶν τις εὖ,κἀν Χάρισι δὲ Κραναόν τινα συγκαταλέγει οὕτως αὐτῷ ῾p. 273':'
μὴ Κτησίας μόνος. Β. τί γὰρ σὲ κωλύει;
Α. δείπνου γὰρ οὗτος, ὡς λέγουσιν οἱ σοφοί,
ἀρχήν, τελευτὴν δ᾽ ἔμαθεν οὐδεπώποτε.
οὐκ ἐτὸς ἐρωτῶσίν <με> προσιόντες τινές:Φιλέταιρος δ᾽ ἐν Ἀταλάντῃ ῾II 230 K':'
ὄντως ὁ Κραναὸς Κτησίου κατεσθίει
ἔλαττον ἢ δειπνοῦσιν ἀμφότεροι συχνά;
κἂν δέῃ, τροχάζω στάδια πλείω Σωτάδου,Ἀνάξιππος Κεραυνῷ ῾IV 464 M':'
τὸν Ταυρέαν δὲ τοῖς πόνοις ὑπερβαλῶ
τὸν Κτησίαν τε τῷ φαγεῖν ὑπερδραμῶ.
ὁρῶ γὰρ ἐκ παλαίστρας τῶν φίλωνἐν τούτοις ἐδήλωσεν ὁ κωμικὸς διότι καὶ τὸ δρᾶμα Κεραυνὸν ἀπ᾽ αὐτοῦ ἐπιγέγραφε. Θεόφιλος δ᾽ ἐν Ἐπιδαύρῳ ῾II 474 K':'
προσιόντα μοι Δάμιππον. Β. <ἦ> τοῦτον λέγεις
τὸν πέτρινον, ὃν οἱ φίλοι καλοῦσί σοι
νυνὶ δι᾽ ἀνδρείαν Κεραυνόν; εἰκότως:
ἀβάτους ποιεῖν γὰρ τὰς τραπέζας οἴομαι
αὐτὸν κατασκήπτοντα αὐταῖς τῇ γνάθῳ.
Ἀτρεστίδας τις Μαντινεὺς λοχαγὸς ἦν,ἐν δὲ Παγκρατιαστῇ παραγαγὼν τὸν ἀθλητὴν ὡς πολλὰ ἐσθίοντά φησιν ῾p. 475':'
ἀνδρῶν ἁπάντων πλεῖστα δυνάμενος φαγεῖν.
ἑφθῶν μὲν σχεδὸν
τρεῖς μνᾶς, Β. λέγ᾽ ἄλλο. Α. ῥυγχίον, κωλῆν, πόδας
τέτταρας ὑείους, Β. Ἡράκλεις. Α. βοὸς δὲ τρεῖς,
ὄρνιθ᾽, Β. Ἄπολλον. λέγ᾽ ἕτερον. Α. σύκων δύο
μνᾶς. Β. ἐπέπιες δὲ πόσον; Α. ἀκράτου δώδεκα
κοτύλας. Β. Ἄπολλον, Ὧρε καὶ Σαβάζιε.