previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀλκμὰν δέ πουἄπυρον οἶνον καὶ ἄνθεος ὄσδοντά᾽ φησι fr. 117 B4' 'τὸν ἐκ Πέντε λόφων, ὅς ἐστι τόπος Σπάρτης ἀπέχων στάδια ἑπτά: καὶ τὸν ἐκ Δενθιάδων, ἐρύματός τινος, καὶ τὸν ἐξ Οἰνοῦντος καὶ τὸν ἐξ Ὀνόγλων καὶ Σταθμῶν. χωρία δὲ ταῦτα τὰ καὶ πλησίον Πιτάνης. φησὶν οὖνοἶνον δ᾽ Οἰνουντιάδαν Δένθιν Καρύστιον Ὄνογλιν Σταθμίταν.' καὶ τὸν ἐκ Καρύστου, ὅς ἐστι πλησίον Ἀρκαδίας. ἄπυρον δὲ εἶπε τὸν οὐχ ἡψημένον: ἐχρῶντο γὰρ ἑφθοῖς οἴνοις. Πολύβιος δὲ 34, 11, 1' 'διάφορον οἶνον ἐν Καπύῃ φησὶ γίνεσθαι τὸν ἀναδενδρίτην καλούμενον, μηδένα συγκρίνεσθαι. Ἀλκίφρων δ᾽ Μαιάνδριος περὶ τὴν Ἐφεσίαν φησὶν εἶναι ὀρείαν κώμην τὴν πρότερον μὲν καλουμένην Λητοῦς, νῦν δὲ Λατώρειαν ἀπὸ Λατωρείας Ἀμαζόνος: ἐν γίνεσθαι τὸν πράμνιον οἶνον. Τιμαχίδας δὲ Ῥόδιος ὑπόχυτόν τινα οἶνον ἐν Ῥόδῳ καλεῖ παραπλήσιον τῷ γλεύκει. καὶ γλύξις δ᾽ οἶνος καλεῖται τὸ ἕψημα ἔχων. Πολύζηλος δὲ I 790 K' 'αὐτίτην καλεῖ οἶνον. Πλάτων δ᾽ κωμικὸς I 664 K' 'καπνίαν: κάλλιστος δ᾽ οὗτος γίνεται ἐν Βενεβέντῳ πόλει Ἰταλίας. ἀμφίας δ᾽ οἶνος φαῦλος καλεῖται παρὰ Σωσικράτει. ἐχρῶντο δ᾽ οἱ ἀρχαῖοι καὶ πόματί τινι ἐξ ἀρωμάτων κατασκευαζομένῳ, ἐκάλουν τρίμμα. Θεόφραστος δὲ ἐν τῇ περὶ φυτῶν ἱστορίᾳ φησὶν 9, 18, 10' 'ἐν Ἡραίᾳ τῆς Ἀρκαδίας γίνεσθαι οἶνον ὃς τοὺς μὲν ἄνδρας πινόμενος ἐξίστησι, τὰς δὲ γυναῖκας τεκνούσσας ποιεῖ. περὶ δὲ Κερυνίαν τῆς Ἀχαίας ἀμπέλου τι γένος εἶναι, ἀφ᾽ ἧς τὸν οἶνον ἐξαμβλοῦν ποιεῖν τὰς γυναῖκας τὰς ἐγκύμονας: κἂν τῶν βοτρύων δέ, φησί, φάγωσιν, ἐξαμβλοῦσιν. δὲ Τροιζήνιος οἶνος ἀγόνους, φησί, ποιεῖ τοὺς πίνοντας. ἐν Θάσῳ δὲ λέγει ὡς αὐτοὶ ποιοῦσιν οἶνόν τινα ὑπνωτικὸν καὶ ἕτερον ἀγρυπνεῖν ποιοῦντα τοὺς πίνοντας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: