Β. Ἀκάνθιος. Α. εἶτα πρὸς θεῶνΚορινθίου οἴνου Ἄλεξις μνημονεύει ὡς σκληροῦ ῾II 401 K':'
οἴνου πολίτης ὢν κρατίστου στρυφνὸς εἶ
καὶ τοὔνομ᾽ αὐτὸ τῆς πατρίδος ἐν τοῖς τρόποις
ἔχεις, τὰ δ᾽ ἤδη τῶν πολιτῶν οὐκ ἔχεις;
οἶνος ξενικὸς παρῆν: ὁ γὰρ Κορίνθιοςκαὶ Εὐβοικοῦ δέ ῾p. 403':' ‘πολὺν πιὼν Εὐβοικὸν οἶνον.' Ἀρχίλοχος τὸν Νάξιον τῷ νέκταρι παραβάλλει ῾fr. 151 B4':' ὃς καί πού φησιν ῾fr. 2':'
βασανισμός ἐστι.
ἐν δορὶ μέν <μοι> μᾶζα μεμαγμένη, ἐν δορὶ δ᾽ οἶνοςΣτράττις δὲ τὸν Σκιάθιον ἐπαινεῖ ῾I 729 K':'
Ἰσμαρικός: πίνω δ᾽ ἐν δορὶ κεκλιμένος.
οἶνος κοχύζει τοῖς ὁδοιπόροις πιεῖνἈχαιὸς δὲ τὸν Βίβλινον ῾p. 586 N':' ‘ἐδεξιοῦτο Βιβλίνου μέθης ἐκπώματι.' ἐκαλεῖτο δ᾽ οὕτως ἀπό τινος χωρίου οὕτω προσαγορευομένου. φησὶ δὲ Φιλύλλιος ῾I 787 K' 'ὅτι
μέλας Σκιάθιος, ἴσον ἴσῳ κεκραμένος.
παρέξω Λέσβιον, Χῖον σαπρόν,Ἐπίχαρμος δὲ ἀπό τινων ὀρῶν Βιβλίνων φησὶν αὐτὸν ὠνομάσθαι. Ἀρμενίδας δὲ τῆς Θρᾴκης φησὶν εἶναι χώραν τὴν Βιβλίαν, ἣν Ἀντισάρην καὶ Οἰσύμην προσαγορευθῆναι. ἐπιεικῶς δὲ ἡ Θρᾴκη ἐθαυμάζετο ὡς ἡδύοινος, καὶ συνόλως τὰ ἀπὸ πλησίον αὐτῆς χωρία:
Θάσιον, Βίβλινον, Μενδαῖον, ὥστε μηδένα κραιπαλᾶν.
νῆες δ᾽ ἐκ Λήμνοιο παρέστασαν οἶνον ἄγουσαι ῾H 467'.'Ἵππυς δ᾽ ὁ Ῥηγῖνος τὴν εἰλεὸν καλουμένην ἄμπελον βιβλίαν φησὶ καλεῖσθαι, ἣν Πόλλιν τὸν Ἀργεῖον, ὃς ἐβασίλευσε Συρακουσίων, πρῶτον εἰς Συρακούσας κομίσαι ἐξ Ἰταλίας. εἴη ἂν οὖν ὁ παρὰ Σικελιώταις γλυκὺς καλούμενος Πόλλιος ὁ Βίβλινος οἶνος. χρησμός. ἐν τῷ χρησμῷ, φησίν, ὁ θεὸς ηὐτομάτισε:
πῖν᾽ οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίειςὠνομάζετο δὲ παρὰ Τροιζηνίοις, ὥς φησιν Ἀριστοτέλης ἐν τῇ αὐτῶν πολιτείᾳ ῾fr. 546 R',' ἄμπελος Ἀνθηδονιὰς καὶ Ὑπερειὰς ἀπὸ Ἄνθου τινὸς καὶ Ὑπέρου, ὡς καὶ Ἀλθηφιὰς ἀπὸ Ἀλθηφίου τινός, ἑνὸς τῶν Ἀλφειοῦ ἀπογόνων.
οὐδ᾽ ἱερὰν Ὑπέραν, ὅθι γ᾽ ἄτρυγον οἶνον ἔπινες.