previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

φοινικίνου δὲ οἴνου μέμνηται καὶ Ἔφιππος II 263 K':'
κάρυα, ῥοίας, φοίνικας, ἕτερα νώγαλα,
σταμνάριά τ᾽ οἴνου <μικρὰ> τοῦ φοινικίνου.
καὶ πάλιν p. 255, 8':'
φοινικίνου βῖκός τις ὑπανεῴγνυτο.
μνημονεύει αὐτοῦ καὶ Ξενοφῶν Ἀναβάσει II 3, 14'.' Μενδαίου δὲ Κρατῖνος I 69 K':'
νῦν δ᾽ ἂν ἴδῃ Μενδαῖον ἡβῶντ᾽ ἀρτίως
οἰνίσκον, ἕπεται κἀκολουθεῖ καὶ λέγει:
οἴμ᾽ ὡς ἁπαλὸς καὶ λευκός: ἆρ᾽ οἴσει τρία;
Ἕρμιππος δέ που ποιεῖ τὸν Διόνυσον πλειόνων μεμνημένον I 249 K':'
Μενδαίῳ ... μὲν καὶ ἐνουροῦσιν θεοὶ αὐτοὶ
στρώμασιν ἐν μαλακοῖς. Μάγνητα δὲ μειλιχόδωρον
καὶ Θάσιον, τῷ δὴ μήλων ἐπιδέδρομεν ὀδμή,
τοῦτον ἐγὼ κρίνω πολὺ πάντων εἶναι ἄριστον
τῶν ἄλλων οἴνων μετ᾽ ἀμύμονα Χῖον ἄλυπον.
ἔστι δέ τις οἶνος, τὸν δὴ σαπρίαν καλέουσι,
οὗ καὶ ἀπὸ στόματος στάμνων ὑπανοιγομενάων
ὄζει ἴων, ὄζει δὲ ῥόδων, ὄζει δ᾽ ὑακίνθου:
ὀσμὴ θεσπεσία κατὰ πᾶν δ᾽ ἔχει ὑψερεφὲς δῶ,
ἀμβροσία καὶ νέκταρ ὁμοῦ. τοῦτ᾽ ἐστὶ τὸ νέκταρ,
τούτου χρὴ παρέχειν πίνειν ἐν δαιτὶ θαλείῃ
τοῖσιν ἐμοῖσι φίλοις, τοῖς δ᾽ ἐχθροῖς ἐκ Πεπαρήθου:
φησὶ δὲ Φαινίας Ἐρέσιος FHG II 301' 'Μενδαίους τοὺς βότρυς ἐπὶ τῇ ἀμπέλῳ ῥαίνειν τῷ ἐλατηρίῳ: διὸ γίνεσθαι τὸν οἶνον μαλακόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: