previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὅτι Ἀντιφάνης που χαρίεις τὰ ἐξ ἑκάστης πόλεως ἰδιώματα οὕτω καταλέγει II 115 K':'
ἐξ Ἤλιδος μάγειρος, ἐξ Ἄργους λέβης,
Φλιάσιος οἶνος, ἐκ Κορίνθου στρώματα,
ἰχθῦς Σικυῶνος, Αἰγίου δ᾽ αὐλητρίδες,
τυρὸς Σικελικός, — — — — — —
μύρον ἐξ Ἀθηνῶν, ἐγχέλεις Βοιώτιαι.
Ἕρμιππος δ᾽ οὕτως I 243 K':'
ἕσπετε νῦν μοι, Μοῦσαι Ὀλύμπια δώματ᾽ ἔχουσαι,
ἐξ οὗ ναυκληρεῖ Διόνυσος ἐπ᾽ οἴνοπα πόντον,
ὅσσ᾽ ἀγάθ᾽ ἀνθρώποις δεῦρ᾽ ἤγαγε νηὶ μελαίνῃ.
ἐκ μὲν Κυρήνης καυλὸν καὶ δέρμα βόειον:
ἐκ δ᾽ Ἑλλησπόντου σκόμβρους καὶ πάντα ταρίχη:
ἐκ δ᾽ αὖ Θετταλίας χόνδρον καὶ πλευρὰ βόεια:
καὶ παρὰ Σιτάλκου ψώραν Λακεδαιμονίοισι:
καὶ παρὰ Περδίκκου ψεύδη ναυσὶν πάνυ πολλαῖς.
αἱ δὲ Συράκουσαι σῦς καὶ τυρὸν παρέχουσι.
καὶ Κερκυραίους Ποσειδῶν ἐξολέσειε
ναυσὶν ἐπὶ γλαφυραῖς, ὁτιὴ δίχα θυμὸν ἔχουσι.
ταῦτα μὲν ἐντεῦθεν: ἐκ δ᾽ Αἰγύπτου τὰ κρεμαστὰ
ἱστία καὶ βίβλους: ἀπὸ δ᾽ αὖ Συρίας λιβανωτόν:
δὲ καλὴ Κρήτη κυπάριττον τοῖσι θεοῖσιν,
Λιβύη δ᾽ ἐλέφαντα πολὺν παρέχει κατὰ πρᾶσιν:
Ῥόδος ἀσταφίδας <τε> καὶ ἰσχάδας ἡδυονείρους.
αὐτὰρ ἀπ᾽ Εὐβοίας ἀπίους καὶ ἴφια μῆλα:
ἀνδράποδ᾽ ἐκ Φρυγίας, ἀπὸ δ᾽ Ἀρκαδίας ἐπικούρους.
αἱ Παγασαὶ δούλους καὶ στιγματίας παρέχουσι.
τὰς δὲ Διὸς βαλάνους καὶ ἀμύγδαλα σιγαλόεντα
Παφλαγόνες παρέχουσι: τὰ γάρ <τ᾽> ἀναθήματα
δαιτός:
Φοινίκη δ᾽ αὖ καρπὸν φοίνικος καὶ σεμίδαλιν:
Καρχηδὼν δάπιδας καὶ ποικίλα προσκεφάλαια.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: