previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

περὶ Ἰταλικῶν οἴνων φησὶν παρὰ τούτῳ τῷ σοφιστῇ Γαληνός: ‘ Φαλερῖνος οἶνος ἀπὸ ἐτῶν δέκα ἐστὶ πότιμος καὶ ἀπὸ πεντεκαίδεκα μέχρι εἴκοσιν: δ᾽ ὑπὲρ τοῦτον ἐκπίπτων τὸν χρόνον κεφαλαλγὴς καὶ τοῦ νευρώδους καθάπτεται. εἴδη δ᾽ αὐτοῦ δύο, αὐστηρὸς καὶ γλυκάζων: οὗτος δὲ τοιοῦτος γίνεται ὅταν ὑπὸ τὸν τρυγητὸν νότοι πνεύσωσι, παρ᾽ καὶ μελάντερος γίνεται. δὲ μὴ οὕτω τρυγηθεὶς αὐστηρός τε καὶ τῷ χρώματι κιρρός. καὶ τοῦ Ἀλβανοῦ δὲ οἴνου εἴδη δύο, μὲν γλυκάζων, δ᾽ ὀμφακίας: ἀμφότεροι δὲ ἀπὸ πεντεκαίδεκα ἐτῶν ἀκμάζουσι. Συρεντῖνος δὲ ἀπὸ πέντε καὶ εἴκοσιν ἐτῶν ἄρχεται γίνεσθαι πότιμος: ὢν γὰρ ἀλιπὴς καὶ λίαν ψαφαρὸς μόλις πεπαίνεται: καὶ παλαιούμενος σχεδὸν μόνοις ἐστὶν ἐπιτήδειος τοῖς χρωμένοις διηνεκῶς. δὲ Ῥηγῖνος τοῦ Συρεντίνου λιπαρώτερος ὢν χρήσιμος ἀπὸ ἐτῶν πεντεκαίδεκα. χρήσιμος καὶ Πριούερνος λεπτομερέστερος ὢν τοῦ Ῥηγίνου ἥκιστά τε καθαπτόμενος κεφαλῆς. τούτῳ ἐμφερὴς Φορμιανός, ταχὺ δὲ ἀκμάζει καὶ λιπαρώτερός ἐστιν αὐτοῦ. βράδιον δ᾽ ἀκμάζει Τριφολῖνος, ἐστὶ δὲ τοῦ Συρεντίνου γεωδέστερος. δὲ Στατανὸς τῶν πρώτων ἐστὶν οἴνων, ἐμφερὴς τῷ Φαλερίνῳ, κουφότερος <δέ>, οὐ πληκτικός. Τιβουρτῖνος λεπτός, εὐδιάπνευστος, ἀκμάζων ἀπὸ ἐτῶν δέκα: κρείττων δὲ γίνεται παλαιούμενος. Λαβικανὸς ἡδὺς καὶ λιπαρὸς τῇ γεύσει, μεταξὺ Φαλερίνου καὶ Ἀλβανοῦ: δὲ ἄρχεται τῆς πόσεως ἀπὸ ἐτῶν δέκα. Γαυρανὸς δὲ καὶ ὀλίγος καὶ κάλλιστος, προσέτι τε εὔτονος καὶ παχύς, Πραινεστίνου δὲ <καὶ> Τιβουρτίνου λιπαρώτερος. Μαρσικὸς δὲ πάνυ αὐστηρός, εὐστόμαχος δέ. γίνεται δὲ περὶ τὴν Καμπανίας Κύμην καλούμενος Οὐλβανός, κοῦφος, πότιμος ἀπὸ ἐτῶν πέντε. Ἀγκωνιτανὸς χρηστός, λιπαρός, πο ..... Βυξεντῖνος ἐμφερῶς ἔχει τῷ Ἀλβανῷ τῷ ὀμφακίᾳ: ἐστὶ δὲ δυνάμει καὶ εὐστόμαχος. Οὐελίτερνος δὲ ἡδὺς πινόμενος, εὐστόμαχος: ἴδιον δ᾽ αὐτοῦ τὸ μὴ δοκεῖν ἀπαρέγχυτος εἶναι: ἐμφαίνει γὰρ ὡς ἐμμεμιγμένου αὐτῷ ἑτέρου. Καληνὸς κοῦφος, τοῦ Φαλερίνου εὐστομαχώτερος. εὐγενὴς δὲ καὶ Καίκουβος, πληκτικός, εὔτονος: παλαιοῦται δὲ μετὰ ἱκανὰ ἔτη. Φουνδανὸς εὔτονος, πολύτροφος, κεφαλῆς καὶ στομάχου ἅπτεται: διὸ οὐ πολὺς ἐν συμποσίοις πίνεται. πάντων δὲ τούτων Σαβῖνος κουφότερος, ἀπὸ ἐτῶν ἑπτὰ ἐπιτήδειος πίνεσθαι μέχρι πεντεκαίδεκα. δὲ Σιγνῖνος μέχρις ἐτῶν ἓξ χρήσιμος, παλαιωθεὶς δὲ πολὺ χρησιμώτερος. Νουμεντανὸς ἀκμάζει ταχὺ καὶ ἀπὸ ἐτῶν πέντε πότιμός ἐστιν: ἐστὶ δ᾽ οὔτε λίαν ἡδὺς οὔτε λεπτός. Σπωλητῖνος οἶνος .... καὶ πινόμενος ἡδὺς καὶ τῷ χρώματι χρυσίζει. Αἰκουανὸς κατὰ πολλὰ τῷ Συρεντίνῳ παρεμφερής. Βαρῖνος λίαν αὐστηρὸς καὶ ἀεὶ ἑαυτοῦ κρείττων γίνεται. εὐγενὴς καὶ Καυκῖνος καὶ τῷ Φαλερίνῳ ἐμφερής. Βενεφρανὸς εὐστόμαχος καὶ κοῦφος. ἐν Νεαπόλει Τρεβιλλικὸς εὔκρατος τῇ δυνάμει εὐστόμαχος, εὔστομος. Ἔρβουλος ἐν ἀρχῇ μέν ἐστι μέλας, μετ᾽ οὐ πολλὰ δὲ ἔτη λευκὸς γίνεται: ἐστὶ δὲ λίαν κοῦφος καὶ τρυφερός. Μασσαλιήτης καλός: ὀλίγος δὲ γίνεται, παχύς, σαρκώδης. Ταραντῖνος δὲ καὶ οἱ ἀπὸ τοῦ κλίματος τούτου πάντες ἁπαλοί, οὐ πλῆξιν, οὐ τόνον ἔχοντες, ἡδεῖς, εὐστόμαχοι. δὲ Μαμερτῖνος ἔξω μὲν τῆς Ἰταλίας γίνεται: καὶ γινόμενος ἐν Σικελίᾳ καλεῖται Ἰωτάλινος. ἡδὺς δ᾽ ἐστί, κοῦφος, εὔτονος.

ὅτι παρ᾽ Ἰνδοῖς τιμᾶται δαίμων, ὥς φησι Χάρης Μιτυληναῖος fr. 13 M',' ὃς καλεῖται Σοροάδειος: ἑρμηνεύεται δὲ Ἑλλάδι φωνῇ οἰνοποιός.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: