previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

παλαιὸν μὲν οἶνον, ἄνθεα δ᾽ ὕμνων νεωτέρων᾽
Πίνδαρος ἐπαινεῖ ol. IX 48'.' Εὔβουλος δέ φησιν II 209 K':'
ἄτοπον δὲ τὸν μὲν οἶνον εὐδοκιμεῖν ἀεὶ
παρὰ ταῖς ἑταίραις τὸν παλαιόν, ἄνδρα δὲ
μὴ τὸν παλαιόν, ἀλλὰ τὸν νεώτερον.
τὸ αὐτὸ δὲ καὶ Ἄλεξις σχεδὸν ἀπαραλλάκτως II 400 K',' τοῦ σφόδρα μόνου κειμένου ἀντὶ τοῦ ἀεί. ὄντως δὲ παλαιὸς οἶνος οὐ πρὸς ἡδονὴν μόνον, ἀλλὰ καὶ πρὸς ὑγίειαν προσφορώτερος. πέσσει τε γὰρ μᾶλλον τὰ σῖτα καὶ λεπτομερὴς ὢν εὐανάδοτός ἐστι δύναμίν τε τοῖς σώμασιν ἐμποιεῖ τὸ αἷμά τε ἐνερευθὲς καὶ εὐανάδοτον κατασκευάζει καὶ τοὺς ὕπνους ἀταράχους παρέχει. ἐπαινεῖ δὲ Ὅμηρος τὸν ἐπιδεχόμενον ἱκανὴν κρᾶσιν, ὡς τὸν τοῦ Μάρωνος Od. 9.197'.' ἐπιδέχεται δὲ πλείω κρᾶσιν παλαιὸς οἶνος διὰ τὸ μᾶλλον θερμὸς γίνεσθαι παλαιούμενος. ἔνιοι δὲ καὶ τὴν Διονύσου φυγὴν Il. 6.135' 'εἰς τὴν θάλασσαν οἰνοποιίαν σημαίνειν φασὶ πάλαι γνωριζομένην. ἡδὺν γὰρ εἶναι τὸν οἶνον παρεγχεομένης θαλάσσης. ἐπαινῶν δὲ Ὅμηρος τὸν μέλανα οἶνον πολλάκις αὐτὸν καὶ αἴθοπα καλεῖ. δυναμικώτατος γάρ ἐστι καὶ μένων ἐν ταῖς ἕξεσι τῶν πινόντων πλεῖστον χρόνον. Θεόπομπος δέ φησι FHG I 328' 'παρὰ Χίοις πρώτοις γενέσθαι τὸν μέλανα οἶνον, καὶ τὸ φυτεύειν δὲ καὶ θεραπεύειν ἀμπέλους Χίους πρώτους μαθόντας παρ᾽ Οἰνοπίωνος τοῦ Διονύσου, ὃς καὶ συνῴκισε τὴν νῆσον, τοῖς ἄλλοις ἀνθρώποις μεταδοῦναι. δὲ λευκὸς οἶνος ἀσθενὴς καὶ λεπτός. δὲ κιρρὸς πέττει ῥᾷον ξηραντικὸς ὤν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
hide References (2 total)
  • Cross-references from this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: