previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐθαυμάζετο δὲ παρ᾽ Ἕλλησι καὶ Ῥωμαίοις Ματρέας πλάνος Ἀλεξανδρεύς, ὃς ἔλεγε καὶ θηρίον τρέφειν αὐτὸ ἑαυτὸ κατεσθίει: ὡς καὶ ζητεῖσθαι μέχρι νῦν τὸ Ματρέου θηρίον τί ἐστιν. ἐποίησε δ᾽ οὗτος καὶ παρὰ τὰς Ἀριστοτέλους ἀπορίας καὶ ἀνεγίνωσκε δημοσίᾳ, διὰ τί ἥλιος δύνει μὲν κολυμβᾷ δ᾽ οὔ, καὶ διὰ τί οἱ σπόγγοι συμπίνουσι μὲν συγκωθωνίζονται δ᾽ οὔ, καὶ τὰ τετράδραχμα καταλλάττεται μὲν ὀργίζεται δ᾽ οὔ. Ἀθηναῖοι δὲ Ποθεινῷ τῷ νευροσπάστῃ τὴν σκηνὴν ἔδωκαν ἀφ᾽ ἧς ἐνεθουσίων οἱ περὶ Εὐριπίδην. Ἀθηναῖοι δὲ καὶ Εὐρυκλείδην ἐν τῷ θεάτρῳ ἀνέστησαν μετὰ τῶν περὶ Αἰσχύλον. ἐθαυμάζετο δὲ καὶ Ξενοφῶν θαυματοποιός, ὃς μαθητὴν κατέλιπε Κρατισθένη τὸν Φλιάσιον: ὃς πῦρ τε αὐτόματον ἐποίει ἀναφύεσθαι καὶ ἄλλα πολλὰ φάσματα ἐτεχνᾶτο, ἀφ᾽ ὧν ἐξίστα τῶν ἀνθρώπων τὴν διάνοιαν. τοιοῦτος ἦν καὶ Νυμφόδωρος θαυματοποιός, ὃς προσκρούσας Ῥηγίνοις, ὥς φησι Δοῦρις FHG II 480',' εἰς δειλίαν αὐτοὺς ἔσκωψε πρῶτος. Εὔδικος δὲ γελωτοποιὸς ηὐδοκίμει μιμούμενος παλαιστὰς καὶ πύκτας, ὥς φησιν Ἀριστόξενος FHG II 284'.' Στράτων δ᾽ Ταραντῖνος ἐθαυμάζετο τοὺς διθυράμβους μιμούμενος: τὰς δὲ κιθαρῳδίας οἱ περὶ τὸν ἐξ Ἰταλίας Οἰνώναν, ὃς καὶ Κύκλωπα εἰσήγαγε τερετίζοντα καὶ ναυαγὸν Ὀδυσσέα σολοικίζοντα, αὐτός φησι. Διοπείθης δὲ Λοκρός, ὥς φησι Φανόδημος FHG I 369',' παραγενόμενος εἰς Θήβας καὶ ὑποζωννύμενος οἴνου κύστεις μεστὰς καὶ γάλακτος καὶ ταύτας ἀποθλίβων ἀνιμᾶν ἔλεγεν ἐκ τοῦ στόματος. τοιαῦτα ποιῶν ηὐδοκίμει καὶ Νοήμων ἠθολόγος. ἔνδοξοι δ᾽ ἦσαν καὶ παρ᾽ Ἀλεξάνδρῳ θαυματοποιοὶ Σκύμνος Ταραντῖνος, Φιλιστίδης Συρακούσιος, Ἡράκλειτος Μιτυληναῖος. γεγόνασι δὲ καὶ πλάνοι ἔνδοξοι, ὧν Κηφισόδωρος καὶ Πανταλέων. Φιλίππου δὲ τοῦ γελωτοποιοῦ Ξενοφῶν μνημονεύει symp. 1'.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: