καί:νῆσος, ἣν πέρι πόντος ἀπείριτος ἐστεφάνωτο.
παρατηρητέον δὲ καὶ ὅτι ἐν μὲν Ὀδυσσείᾳ ἀπονιζομένους τὰς χεῖρας ποιεῖ πρὶν μεταλαβεῖν τροφῆς, ἐν Ἰλιάδι δὲ τοῦτο ποιοῦντας οὐκ ἔστιν εὑρεῖν. σχολαζόντων γὰρ βίος ὁ ἐν Ὀδυσσείᾳ καὶ διὰ τὴν εἰρήνην τρυφώντων: διὸ οἱ ἐνταῦθα ἐθεράπευον τὸ σῶμα διὰ λουτρῶν καὶ κατανιμμάτων. διὰ τοῦτο καὶ ἀστραγαλίζουσιν ἐν ταύτῃ τῇ πολιτείᾳ καὶ ὀρχοῦνται καὶ σφαιρίζουσιν. Ἡρόδοτος δὲ οὐ καλῶς εἴρηκεν ῾I 94' 'ἐπὶ Ἄτυος διὰ λιμὸν εὑρεθῆναι τὰς παιδιάς: πρεσβεύει γὰρ τοῖς χρόνοις τὰ ἡρωικά. οἱ δ᾽ ἐν τῇ Ἰλιακῇ πολιτείᾳ μονονοὺ βοῶσι ῾Pind. fr. 78 B4':'πάντῃ γάρ σε <περὶ> στέφανος πολέμοιο δέδηε.
κλῦθ᾽ Ἀλαλά, Πολέμου θύγατερ,
ἐγχέων προοίμιον.