εἰς μακαρίαν τὸ λουτρόν, ὡς διέθηκέ με.Ἕρμιππος ῾I 248 K':'
ἑφθὸν κομιδῇ πεποίηκεν: ἀποκναίσειεν ἂν
κἂν ὁστισοῦν μου λαβόμενος τοῦ δέρματος.
οὕτω στερεόν <τι> πρᾶγμα θερμόν ἐσθ᾽ ὕδωρ.
μὰ <τὸν> Δί᾽, οὐ μέντοι μεθύειν τὸν ἄνδρα χρὴηὔξηται δὲ καὶ ἡ τῶν ὀψοποιῶν περιεργία καὶ ἡ τῶν μυρεψῶν: ὥστ᾽ ‘οὐδ᾽ ἂν κολυμβᾶν εἰς κολυμβήθραν μύρου᾽ ἀρκεῖσθαί τις ἂν δύναιτο, φησὶν Ἄλεξις ῾II 403 K'.' ἀνθοῦσι δὲ καὶ αἱ τῶν περὶ τὰ πέμματα δημιουργίαι καὶ αἱ περὶ τὰς συνουσίας περιεργίαι, ὥστ᾽ ἐπιτεχνᾶσθαι σπόγγους ὑποτίθεσθαι: ἐπακτικὸν γὰρ εἶναι τὸ τοιοῦτον πρὸς ἀφροδισίων πλῆθος. Θεόφραστος δ᾽ οὕτω φησί ῾h. pl. IX 18, 9' 'τινας ὀχευτικὰς δυνάμεις εἶναι ὡς καὶ μέχρι ἑβδομήκοντα συνουσιῶν ἐπιτελεῖν καὶ τὸ τελευταῖον αὐτοῖς αἷμα ἀποκρίνεσθαι. Φύλαρχος δὲ Σανδρόκοττόν φησι ῾FHG I 344' 'τὸν Ἰνδῶν βασιλέα Σελεύκῳ μεθ᾽ ὧν ἔπεμψε δώρων ἀποστεῖλαί τινας δυνάμεις στυτικὰς τοιαύτας ὡς ὑπὸ τοὺς πόδας τιθεμένας τῶν συνουσιαζόντων οἷς μὲν ὁρμὰς ἐμποιεῖν ὀρνίθων δίκην, οὓς δὲ καταπαύειν. ηὔξηται δὲ νῦν καὶ ἡ τῆς μουσικῆς διαστροφή, καὶ ἡ περὶ τὰς ἐσθήσεις καὶ ὑποδέσεις ἐπήκμασε πολυτέλεια.
τὸν ἀγαθὸν οὐδὲ θερμολουτεῖν, ἃ σὺ ποιεῖς.