previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐχρῶντο δὲ καὶ αὐλοῖς καὶ σύριγξιν <οἱ> ἥρωες. γοῦν Ἀγαμέμνων Il. 10.13' '‘αὐλῶν συρίγγων τ᾽ ἐνοπὴν᾽ ἀκούει. εἰς δὲ τὰ συμπόσια οὐ παρήγαγε: πλὴν ἐν τῇ Ὁπλοποιίᾳ Il. 18.495' 'γάμων γινομένων αὐλῶν μνημονεύει. τοῖς δὲ βαρβάροις ἀποδίδωσι τοὺς αὐλούς: παρὰ Τρωσὶ γοῦν ἦν αὐλῶν συρίγγων τ᾽ ἐνοπή.

ἔσπενδον δὲ ἀπὸ τῶν δείπνων ἀναλύοντες καὶ τὰς σπονδὰς ἐποιοῦντο Ἑρμῇ Od. 7.137' 'καὶ οὐχ ὡς ὕστερον Διὶ τελείῳ. δοκεῖ γὰρ Ἑρμῆς ὕπνου προστάτης εἶναι. σπένδουσι δ᾽ αὐτῷ καὶ ἐπὶ ταῖς γλώσσαις Od. 3.341' 'ἐκ τῶν δείπνων ἀπιόντες. προσνέμονται δ᾽ αὐτῷ αἱ γλῶσσαι διὰ τὴν ἑρμηνείαν.

οἶδε δ᾽ Ὅμηρος καὶ ποικίλας ἐδωδάς: λέγει γοῦν Od. 6.76' '‘ἐδωδὴν παντοίην᾽ καὶ Od. 3.480' '‘ὄψα οἷα ἔδουσι διοτρεφέες βασιλῆες.' οἶδε δὲ καὶ πᾶσαν τὴν νῦν πολυτέλειαν. οἴκων μὲν οὖν λαμπρότατος Μενελάου. τοιοῦτον δέ τινα ὑφίσταται τῇ κατασκευῇ καὶ λαμπρότητι <οἵανπερ> Πολύβιος 34, 9, 15 Hu' 'Ἴβηρός τινος βασιλέως οἰκίαν: ὃν καὶ ἐζηλωκέναι λέγει τὴν τῶν Φαιάκων τρυφὴν πλὴν τοῦ τοὺς κρατῆρας ἐν μέσῳ τῆς οἰκίας ἑστάναι πλήρεις οἴνου κριθίνου, ἀργυροῦς ὄντας καὶ χρυσοῦς. Ὅμηρος δὲ τοπογραφῶν καὶ τὴν Καλυψοῦς οἰκίαν ἐκπλήττει τὸν Ἑρμῆν Od. 5.75'.'

ἀπολαυστικὸς δέ ἐστι παρ᾽ αὐτῷ καὶ τῶν Φαιάκων βίος: ‘αἰεὶ γὰρ ἡμῖν δαίς τε φίλη κίθαρίς τε᾽ καὶ τὰ ἑξῆς Od. 8.248' '..... ἔπη Od. 9.5' 'Ἐρατοσθένης οὕτω γεγράφθαι φησίν:

οὐ γὰρ ἔγωγέ τί φημι τέλος χαριέστερον εἶναι
ὅταν εὐφροσύνη μὲν ἔχῃ κακότητος ἀπούσης,
δαιτυμόνες δ᾽ ἀνὰ δώματ᾽ ἀκουάζωνται ἀοιδοῦ,
κακότητος ἀπούσης φάσκων τῆς ἀφροσύνης. ἀδύνατον γὰρ μὴ φρονίμους εἶναι Φαίακας, οἳ μάλα φίλοι εἰσὶ θεοῖσιν, ὡς Ναυσικάα φησί Od. 6.203'.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
hide References (11 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), SCYROS
  • Cross-references from this page (10):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: