previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ ἰχθύσι δὲ Ὅμηρος ποιεῖ χρωμένους τοὺς τότε καὶ ὄρνισι. κατὰ γοῦν τὴν Θρινακίαν οἱ Ὀδυσσέως ἑταῖροι θηρεύουσιν

ἰχθῦς ὄρνιθάς τε φίλας θ᾽ τι χεῖρας ἵκοιτο
γναμπτοῖς ἀγκίστροισιν.

οὐ γὰρ ἐν τῇ Θρινακίᾳ ἐκεχάλκευτο τὰ ἄγκιστρα, ἀλλ᾽ ἐπεφέροντο ἐν τῷ πλῷ δηλονότι: ὥστε ἦν αὐτοῖς θήρας ἰχθύων ἐπιμέλεια καὶ τέχνη. εἰκάζει δὲ καὶ Od. 12.251' 'τοὺς ὑπὸ Σκύλλης ἁρπαζομένους Ὀδυσσέως ἑταίρους ἰχθύσι προμήκει ῥάβδῳ ἁλισκομένοις καὶ θύραζε ῥιπτομένοις. οὕτω καὶ ταύτην τὴν τέχνην ἀκριβοῖ μᾶλλον τῶν τοιαῦτα προηγουμένως ἐκδεδωκότων ποιήματα συγγράμματα, Καίκαλον λέγω τὸν Ἀργεῖον καὶ Νουμήνιον τὸν Ἡρακλεώτην, Παγκράτην τὸν Ἀρκάδα, Ποσειδώνιον τὸν Κορίνθιον καὶ τὸν ὀλίγῳ πρὸ ἡμῶν γενόμενον Ὀππιανὸν τὸν Κίλικα: τοσούτοις γὰρ ἐνετύχομεν ἐποποιοῖς Ἁλιευτικὰ γεγραφόσι. καταλογάδην δὲ τοῖς Σελεύκου τοῦ Ταρσέως καὶ Λεωνίδου τοῦ Βυζαντίου <καὶ Ἀγαθοκλέους τοῦ Ἀτρακίου>. οὐ μνημονεύει δὲ τοιαύτης ἐδωδῆς ἐπὶ τῶν δείπνων, ὡς οὐκ οἰκείας νομιζομένης τῆς τροφῆς τοῖς ἐν ἀξιώμασιν ἥρωσι κειμένοις, ὡς οὐδὲ τῆς τῶν νεογνῶν ἱερείων. οὐ μόνον δὲ ἰχθύσιν ἀλλὰ καὶ ὀστρείοις ἐχρῶντο, καίτοι τῆς τούτων ἐδωδῆς οὐ πολὺ ἐχούσης τὸ ὠφέλιμον καὶ ἡδύ, ἀλλὰ κἀν τῷ βυθῷ κατὰ βάθος κειμένων. καὶ οὐκ ἔστιν εἰς ταῦτα ἄλλῃ τινὶ τέχνῃ χρήσασθαι δύντα κατὰ βυθοῦ.

μάλ᾽ ἐλαφρὸς ἀνήρ, ὃς ῥεῖα κυβιστᾷ Il. 16.745',' ὃν καὶ λέγει πολλοὺς ἂν κορέσαι τήθεα διφῶντα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
hide References (5 total)
  • Cross-references to this page (2):
    • Dictionary of Greek and Roman Geography (1854), CA´TANA
    • Dictionary of Greek and Roman Geography (1854), ISSA
  • Cross-references from this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: