previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

5. πολλῶν οὖν ὄντων τῶν ἰχθύων, οὓς κατὰ τὰς ἑκάστας ὥρας ἐδαινύμεθα, θαυμασιώτατε Τιμόκρατες, κατὰ γὰρ τὸν Σοφοκλέα

χορὸς δ᾽ ἀναύδων ἰχθύων ἐπερρόθει,
σαίνοντες οὐραίοισι
οὐ τὴν κεκτημένην, ἀλλὰ τὰς λοπάδας: καὶ κατὰ τὰς Ἀχαιοῦ δὲ Μοίρας:

πολὺς γὰρ ὅμιλος ποντίου κύκλου σοβῶν
... ἐνάλιος θεωρία,
χραίνοντες οὐραίοισιν εὐδίαν ἁλός,
ἀπομνημονεύσω δέ σοι περὶ ἑκάστου ἔλεξαν οἱ δειπνοσοφισταί. πάντες γὰρ συνεισήνεγκαν εἰς [p. 246] αὐτοὺς τὰς ἐκ βιβλίων συμβολάς, ὧν τὰ ὀνόματα διὰ τὸ πλῆθος παραλείψω.

ὅστις ἀγοράζων ὄψον ...
ἐξὸν ἀπολαύειν ἰχθύων ἀληθινῶν
ῥαφανῖδας ἐπιθυμεῖ πρίασθαι, μαίνεται:
φησὶν Ἄμφις ἐν Λευκάδι ἵνα δὲ εὐμνημόνευτά σοι γένηται τὰ λεχθέντα, κατὰ στοιχεῖον τάξω τὰ ὀνόματα, καὶ γὰρ Σοφοκλέους εἰπόντος ἐν Αἴαντι μαστιγοφόρῳ τοὺς ἰχθῦς ἑλλοὺς

ἐφῆκεν ἑλλοῖς ἰχθύσιν διαφθοράν,
ἐζήτησέν τις εἰ καὶ τῶν πρὸ αὐτοῦ τις τῷ ὀνόματι κέχρηται. πρὸς ὃν Ζωίλος ἔφη: “ ἐγὼ δὲ οὐκ ὢν ὀψοφαγίστατός οὕτω γὰρ Ξενοφῶν ὠνόμασεν ἐν Ἀπομνημονεύμασι γράφων οὕτως : ‘ὀψοφαγίστατός τε καὶ βλακίστατός ἐστιν᾿ οἶδα ὅτι τὴν Τιτανομαχίαν ποιήσας, εἴτ᾽ Εὔμηλός ἐστιν Κορίνθιος Ἀρκτῖνος ὅστις δήποτε χαίρει ὀνομαζόμενος, ἐν τῷ δευτέρῳ οὕτως εἴρηκεν

ἐν δ᾽ αὐτῇ πλωτοὶ χρυσώπιδες ἰχθύες ἑλλοὶ
νήχοντες παίζουσι δι᾽ ὕδατος ἀμβροσίοιο.
ἔχαιρε δὲ Σοφοκλῆς τῷ ἐπικῷ κύκλῳ, ὡς καὶ ὅλα δράματα ποιῆσαι κατακολουθῶν τῇ ἐν τούτῳ μυθοποιίᾳ.”

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: