ἄνω γὰρ ὥσπερ κοττάβειον αἴρομαι.Ἀντιφάνης δ᾽ ἐν Ἀφροδίτης Γοναῖς:
τονδὶ λέγω, σὺ δ᾽ οὐ συνιεῖς; κότταβος
τὸ λυχνίον ἐστί. πρόσεχε τὸν νοῦν ᾠὰ μὲν [p. 72]
... πέντε νικητήριον.
β. περὶ τοῦ; γελοῖον. κοτταβιεῖ δὲ τίνα τρόπον;
α. ἐγὼ διδάξω καθ᾽ ἕν ὃς ἂν τὸν κότταβον
ἀφεὶς ἐπὶ τὴν πλάστιγγα ποιήσῃ πεσεῖν
β. πλάστιγγα ποίαν; τοῦτο τοὐπικείμενον
ἄνω τὸ μικρόν, τὸ πινακίσκιον λέγεις;