Μενελάῳ δὲ πῶς ἂν τὸν Ἀλέξανδρον τιμωρήσαιτο
τιμῆὲν μ᾽ αἰτεῖς δῶρον μανίαν ἀποπαῦσαι:
καὶ σὺ φέρειν τιμῆεν ἐμοὶ γέρας, ᾧ ποτε μήτηρ
Ἀμφιάραον ἔκρυψ᾽ ὑπὸ γῆν αὐτοῖσι σὺν ἵπποις::
συνέβη δὲ ταῖς γυναιξὶν ἔριν ἐμπεσεῖν περὶ τοῦ κόσμου τούτου ποτέρα πότερον λήψεται. καὶ διακληρουμένων ἡ μὲν σκυθρωπὴ οὖσα κατὰ τὸν βίον καὶ σεμνότητος πλήρης τὸν Ἐριφύλης ὅρμον, ἡ δὲ ὥρᾳ διαφέρουσα καὶ μάχλος οὖσα τὸν τῆς Ἑλένης [p. 48] ἔλαχε. καὶ αὕτη μὲν ἐρασθεῖσα νεανίσκου τινὸς Ἠπειρώτου συνεξεδήμησεν, ἡ δὲ τῷ ἀνδρὶ θάνατον ἐβούλευσεν.’ ’
πάγχρυσον φέρε κόσμον ἑλὼν ἀπὸ σῆς ἀλόχοιο
δειρῆς, ὅν ποτε Κύπρις ἔδωχ᾽ Ἑλένῃ μέγα χάρμα
ὥς σοι Ἀλέξανδρος τίσιν ἐχθίστην ἀποδώσει.