ὁ Δημόκριτος ἔφη: “Ἡσίοδος μέν, ὦ ἑταῖροι, παραινεῖ τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον ἱέμεν οἴνου, δι᾽ ὃν καὶ Ἀναξίλας ἐν Νηρεῖ ἔφη :
χοῦς κεκραμένου
οἴνου: λαβὼν ἔκπιθι τοῦτον,
Ἄλεξις δ᾽ ἐν Τιτθῇ ἔτι σωφρονικώτερον κιρνάναι παρακελεύεται : ”
καίτοι πολὺ γ᾽ ἐσθ᾽ ἥδιον. οὐ γὰρ ἄν ποτε
ἔπινον ἂν τρί᾽ ὕδατος, οἴνου δ᾽ ἓν μόνον.