previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

76. καὶ τοσαῦτα μὲν ἔχω σοι ἐγὼ λέγειν περὶ τοῦ ὑδραυλικοῦ ὀργάνου, Οὐλπιανέ. γιγγραΐνοισι γὰρ οἱ Φοίνικες, ὥς φησιν Ξενοφῶν,3 ἐχρῶντο αὐλοῖς σπιθαμιαίοις τὸ μέγεθος, ὀξὺ καὶ γοερὸν φθεγγομένοις. τούτοις δὲ καὶ οἱ Κᾶρες χρῶνται ἐν τοῖς θρήνοις, εἰ μὴ ἄρα καὶ Καρία Φοινίκη ἐκαλεῖτο, ὡς παρὰ Κορίννῃ καὶ Βακχυλίδῃ ἔστιν εὑρεῖν. ὀνομάζονται δὲ οἱ αὐλοὶ γίγγροι ὑπὸ τῶν Φοινίκων ἀπὸ πῶν περὶ Ἄδωνιν θρήνων τὸν γὰρ Ἄδωνιν Γίγγρην καλεῖτε ὑμεῖς οἱ Φοίνικες, ὡς ἱστορεῖ Δημοκλείδης. μνημονεύει τῶν [p. 294] γίγγρων αὐλῶν Ἀντιφάνης ἐν Ἰατρῷ καὶ Μένανδρος ἐν Καρίνῃ Ἄμφις τ᾽ ἐν Διθυράμβῳ λέγων οὕτως

ἐγὼ δὲ τὸν γίγγραν γε τὸν σοφώτατον.
β. τίς δ᾽ ἔσθ᾽ γίγγρας; α. καινὸν ἐξεύρημά τι
ἡμέτερον, θεάτρῳ μὲν οὐδεπώποτε
ἔδειξ᾽,2 Ἀθήνησιν δὲ κατακεχρημένον
ἐν συμποσίοις ἤδη ' στί: Β. διὰ τί δ᾽ οὐκ ἄγεις
εἰς τὸν ὄχλον αὐτό; α. διότι φυλὴν περιμένω
σφόδρα φιλονικοῦσαν λαχεῖν τιν᾽. οἶδα γὰρ
ὅτι πάντα πράγματ᾽ ἀνατριαινώσει κρότοις.
καὶ Ἀξιόνικος ἐν Φιλευριπίδῃ:

οὕτω γὰρ ἐπὶ τοῖς μέλεσι τοῖς Εὐριπίδου
ἄμφω νοσοῦσιν, ὥστε τἄλλ᾽ αὐτοῖς δοκεῖν
εἶναι μέλη γιγγραντὰ καὶ κακὸν μέγα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: