previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

55. Κτησίβιος δ᾽ Χαλκιδεὺς Μενεδήμου γνώριμος, [p. 240] ὥς φησιν Ἀντίγονος Καρύστιος ἐν τοῖς βίοις, ἐρωτηθεὶς ὑπό τινος τί περιγέγονεν ἐκ φιλοσοφίας αὐτῷ, ἔφηἀσυμβόλως δειπνεῖν.’ διὸ καὶ Τίμων που πρὸς αὐτὸν ἔφη: δειπνομανές, νεβροῦ ὄμματ᾽ ἔχων, κραδίην δ᾽ ἀκύλιστον. ἦν δ᾽ εὔστοχος Κτησίβιος καὶ χαρίεις περὶ τὸ γελοῖον διὸ καὶ πάντες αὐτὸν ἐπὶ τὰ συμπόσια παρεκάλουν οὐχ ὥσπερ σύ, κυνικέ, μηδέποτε ταῖς Χάρισιν, ἀλλ᾽ οὐδὲ ταῖς Μούσαις θύσας. φυγοῦσα γοῦν σε καὶ τοὺς σοὶ παραπλησίους Ἀρετὴ Ἡδονῇ παρακάθηται, ὥς φησι Μνασάλκης Σικυώνιος ἐν ἐπιγράμμασιν

ἅδ᾽ ἐγὼ τλάμων Ἀρετὰ παρὰ τῇδε κάθημαι
ἡδονῇ, αἰσχίστως κειραμένη πλοκάμους,
θυμὸν ἄχει μεγάλῳ βεβολημένα, εἴπερ ἅπασιν
κακόφρων Τέρψις κρεῖσσον ἐμοῦ κέκριται.
Βάτων δ᾽ κωμικὸς ἐν Ἀνδροφόνῳ φησί:

τῶν φιλοσόφων τοὺς σώφρονας ἐνταυθοῖ καλῶ,
τοὺς ἀγαθὸν αὑτοῖς οὐ διδόντας οὐδὲ ἕν,
τοὺς τὸν φρόνιμον ζητοῦντας ἐν τοῖς περιπάτοις
καὶ ταῖς διατριβαῖς ὥσπερ ἀποδεδρακότα.
ἄνθρωπ᾽ ἀλάστωρ, διὰ τί συμβολὰς ἔχων
νήφεις; τί τηλικοῦτον ἀδικεῖς τοὺς θεούς;
τί τἀργύριον, ἄνθρωπε, τιμιώτερον
σαυτοῦ τέθεικας πέφυκε τῇ φύσει;
ἀλυσιτελὴς εἶ τῇ πόλει πίνων ὕδωρ:
τὸν γὰρ γεωργὸν καὶ τὸν ἔμπορον κακοῖς.
ἐγὼ δὲ τὰς προσόδους μεθύων καλὰς ποῶ. [p. 242]
ἔπειθ᾽ ἕωθεν περιάγεις τὴν λήκυθον
καταμανθάνων τοὔλαιον, ὥστε περιφέρειν
ὡρολόγιον δόξεις τι,1 οὐχὶ λήκυθον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: