Click on a word to bring up parses, dictionary entries, and frequency statistics
σπάνιον θαυμάζεται. ‘ὁ ταώς,’ φησὶν Ἀριστοτέλης, ‘ σχιδανόπους ἐστὶ καὶ ποιολόγος καὶ τίκτει τριέτης γενόμενος, ἐν οἷς καὶ τὴν ποικιλίαν τῶν πτερῶν λαμβάνει, ἐπῳάζει δ᾽ ἡμέρας πρὸς λ᾽. τίκτει: τε ἅπαξ τοῦ ἔτους ᾠὰ δώδεκα: ταῦτα δὲ οὐκ εἰς ἅπαξ, ἀλλὰ παρ᾽ ἡμέρας δύο: αἱ δὲ πρωτοτόκοι ὀκτώ. τίκτει δὲ καὶ ὑπηνέμια, ὡς ἡ ἀλεκτορίς, οὐ πλείω δὲ τῶν δύο. ἐκλέπει δὲ καὶ ἐπῳάζει καθάπερ ἡ ἀλεκτορίς.’ Εὔπολις δ᾽ ἐν Ἀστρατεύτοις φησὶ περὶ αὐτοῦ οὕτως:
[p. 298]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.