καὶ Σοφοκλῆς Ἀντηνορίδαις :
ὄρνιθα τοίνυν δεῖ σε γίγνεσθαι μέγαν.
Αἰσχύλος Καβείροις:
ὄρνιθα καὶ κήρυκα καὶ διάκονον.
‘ Ξενοφῶν δ᾽ ἐν δευτέρῳ Παιδείας: ' ἐπὶ μὲν τοὺς ὄρνιθας τῷ ἰσχυροτάτῳ χειμῶνι.' Μένανδρος Διδύμαις, ' ὄρνεις φέρων ἐλήλυθα.' καὶ ἑξῆς ὄρνιθας ἀποστέλλει φησίν. ὅτι δὲ καὶ ἐπὶ τοῦ πληθυντικοῦ ὄρνις λέγουσι πρόκειται τὸ ’’
ὄρνιθα δ᾽ οὐ ποιῶ σε τῆς ἐμῆς ὁδοῦ.