previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

83. καὶ Γαληνὸς μελλόντων ἡμῶν ἐφάπτεσθαι τῶν ἄρτωνοὐ πρότερον,’ ἔφη, ‘ δειπνήσομεν, ἕως ἂν καὶ παρ᾽ ἡμῶν ἀκούσητε ὅσα εἰρήκασι περὶ ἄρτων πεμμάτων ἔτι τε ἀλφίτων Ἀσκληπιαδῶν παῖδες. Δίφιλος μὲν Σίφνιος ἐν τῷ περὶ τῶν προσφερομένων τοῖς νοσοῦσι καὶ τοῖς ὑγιαίνουσιν : ἄρτοι φησίν, ' οἱ ἐκ πυρῶν κριθίνων εἰσὶ πολυτροφώτεροι καὶ εὐοικονομητότεροι καὶ τὸ ὅλον κρείττονες, εἶθ᾽ οἱ σεμιδαλῖται, μεθ᾽ οὓς οἱ ἀλευρῖται, εἶθ᾽ οἱ συγκομιστοὶ ἐξ ἀσήστων ἀλεύρων γινόμενοι: οὗτοι γὰρ πολυτροφώτεροι εἶναι δοκοῦσι.' Φιλιστίων δ᾽ Λοκρὸς τῶν χονδριτῶν τοὺς σεμιδαλίτας πρὸς ἰσχύν φησι μᾶλλον πεφυκέναι: μεθ᾽ οὓς τοὺς χονδρίτας τίθησιν, εἶτα τοὺς ἀλευρίτας. οἱ δὲ ἐκ γύρεως ἄρτοι γινόμενοι κακοχυλότεροὶ τέ εἰσι καὶ ὀλιγοτροφώτεροι. πάντες δ᾽ οἱ θερμοὶ ἄρτοι τῶν ἐψυγμένων εὐοικονομητότεροι πολυτροφώτεροί τε καὶ εὐχυλότεροι, ἔτι δὲ πνευματικοὶ καὶ εὐανάδοτοι. οἱ δ᾽ ἐψυγμένοι πλήσμιοι, δυσοικονόμητοι. οἱ δὲ τελείως παλαιοὶ καὶ κατεψυγμένοι ἀτροφώτεροι στατικοί τε κοιλίας καὶ κακόχυλοι. δ᾽ ἐγκρυφίας ἄρτος βαρὺς δυσοικονόμητός τε διὰ τὸ [p. 42] ἀνωμάλως ὀπτᾶσθαι. δὲ ἰπνίτης καὶ καμινίτης δύσπεπτοι καὶ δυσοικονόμητοι. δὲ ἐσχαρίτης καὶ ἀπὸ τηγάνου διὰ τὴν τοῦ ἐλαίου ἐπίμιξιν εὐεκκριτώτερος, διὰ δὲ τὸ κνισὸν κακοστομαχώτερος,1 δὲ κλιβανίτης πάσαις ταῖς ἀρεταῖς περιττεύει: εὔχυλος γὰρ καὶ εὐστόμαχος καὶ εὔπεπτος καὶ πρὸς ἀνάδοσιν ῥᾷστος: οὔτε γὰρ ἱστάνει κοιλίαν οὔτε παρατείνει. Ἀνδρέας δὲ ἰατρὸς ἄρτους τινὰς φησιν ἐν Συρίᾳ γίνεσθαι ἐκ συκαμίνων, ὧν τοὺς φαγόντας τριχορρυεῖν. Μνησίθεος δέ φησι τὸν ἄρτον τῆς μάζης εὐπεπτότερον εἶναι καὶ τοὺς ἐκ τῆς τίφης μᾶλλον ἱκανῶς τρέφειν πέττεσθαι γὰρ αὐτοὺς οὐ μετὰ πολλοῦ πόνου, τὸν δ᾽ ἐκ τῶν ζειῶν ἄρτον ἄδην φησὶν ἐσθιόμενον βαρὺν εἶναι καὶ δύσπεπτον διὸ οὐχ ὑγιαίνειν τοὺς αὐτὸν ἐσθίοντας. εἰδέναι δὲ ὑμᾶς δεῖ ὅτι τὰ μὴ πυρωθέντα τριφθέντα σιτία φύσας καὶ βάρη καὶ στρόφους καὶ κεφαλαλγίας ποιεῖ.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: