previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

100. ἑξῆς ἐπεισηνέχθη πλακοῦς ἐκ γάλακτος ἰτρίων τε καὶ μέλιτος, ὃν Ῥωμαῖοι λίβον καλοῦσι. καὶ Κύνουλκος ἔφη: “ ἐμπίπλασο, Οὐλπιανέ, χθωροδλαψου πατρίου, ὃς παρ᾽ οὐδενὶ τῶν παλαιῶν μὰ τὴν Δήμητρα γέγραπται πλὴν εἰ μὴ ἄρα παρὰ τοῖς τὰ Φοινικικὰ συγγεγραφόσι Σαγχουνιάθωνι καὶ Μώχῳ, τοῖς σοῖς πολίταις.” καὶ Οὐλπιανὸςἀλλ᾽ ἐμοὶ μέν,” ἔφη, “ κυνάμυια, μελιπήκτων ἅλις, ἡδέως δ᾽ ἂν χόνδρου φάγοιμι τῶν ὀστρακίδων τῶν κοκκάλων ἀφθόνως ἔχοντος.” καὶ κομισθέντοςδότε,” ἔφη, “ μυστίλην: οὐ γὰρ ἂν εἴποιμι μύστρον ... παρ᾽ οὐδενὶ δὲ τῶν πρὸ ἡμῶν εἰρημένον.” “ ἐπιλήσμων εἶ,” ἔφη, “ θαυμάσιε,” Αἰμιλιανός. “οὐ σὺ μέντοι τὸν Κολοφώνιον Νίκανδρον ἀεὶ τεθαύμακας τὸν ἐποποιὸν ὡς [p. 84] φιλάρχαιον καὶ πολυμαθῆ; καὶ ὡς τὸ πεπέρι ὀνομάσαντα παρέθου; οὗτος τοίνυν αὐτὸς ἐν τῷ προτέρῳ τῶν Γεωργικῶν ἐμφανίζων τὴν τοῦ χόνδρου χρῆσιν καὶ μύστρον ὠνόμασε διὰ τούτων:

ἀλλ᾽ ὁπότ᾽ ἐρίφοιο νεοσφάγος ἠὲ καὶ ἀρνὸς
ἠὲ κλυτοῦ ὄρνιθος ἐφοπλίζεσθαι ἐδωδήν,
χίδρα μὲν ἐντρίψειας ὑποστρώσας ἐνὶ κοίλοις
ἄγγεσιν, εὐώδει δὲ μιγῇ ἀνάφυρσον ἐλαίῳ.
ζωμὸν δὲ βρομέοντα καταντλας
... πνῖγε δὲ πῶμα
ἀμφιβαλών: φωκτὸν γὰρ ἀνοιδαίνει βαρὺ κρῖμνον.
ἠρέμα δὲ χλιαρὸν κοίλοις ἐκδαίνυσο μύστροις.
διὰ τούτων, θαυμασιώτατε, ὑπογράφει Νίκανδρος τὴν χρείαν τοῦ τε χόνδρου καὶ τῆς ἐπτισμένης κριθῆς, ἐπιχεῖν κελεύων ἀρνὸς ἐρίφου ζωμὸν ὄρνιθος, τὰ μὲν οὖν χίδρα, φησίν, ἔντριψον μὲν ἐν θυείᾳ, μίξας δ᾽ ἔλαιον αὐτοῖς ἀναφύρασον ἡνίκ᾽ ἂν ἕψηται. τὸν ἐκ τῆς τοιᾶσδε σκευῆς ἀναβρομοῦντα ζωμὸν πυκνότερον τῇ ζωμηρύσει καταμίγνυε, μηδὲν ἕτερον ἐπεγχέων, ἀλλ᾽ αὐτὸν ἀπ᾽ αὐτοῦ ἀρυόμενος πρὸς τὸ μηδὲν ὑπερζέσαι τοῦ πιμελεστέρου. διὸ καί φησι, κατάπνιγε τὸ ὑπερζέον ἐπιθεὶς πῶμα τὸ γὰρ κρῖμνον οὕτω φωκτὸν γινόμενον ἀνοιδεῖ: τελευταῖον δὲ πρᾴως χλιαρὸν γενόμενον κοίλοις προσφέρου τοῖς μύστροις. ἀλλὰ μὴν καὶ Ἱππόλοχος Μακεδὼν ἐν τῇ πρὸς Λυγκέα ἐπιστολῇ δι᾽ ἧς ἐμφανίζει Μακεδονικόν τι δεῖπνον πολυτελείᾳ τὰ πάντα πανταχοῦ γενόμενα ὑπερβαλόν, μνημονεύει ὡς ἑκάστῳ τῶν δειπνούντων δοθέντων μύστρων χρυσῶν, ἐπεὶ δὲ φιλάρχαιος εἶναι θέλεις [p. 86] καὶ οὐδὲν φὴς φθέγξασθαι μὴ τῆς Ἀττικῆς ἐστι φωνῆς, φίλτατε, τί ἐστιν λέγει Νικοφῶν τῆς ἀρχαίας κωμῳδίας ποιητὴς ἐν τοῖς Χειρογάστορσιν; ἐγὼ γὰρ καὶ τοῦτον εὑρίσκω μνημονεύοντα τῶν μύστρων ὅταν λέγῃ:

μεμβραδοπώλαις, ἀνθρακοπώλαις,
ἰσχαδοπώλαις, διφθεροπώλαις,
ἀλφιτοπώλαις, μυστριοπώλαις,
βιβλιοπώλαις, κοσκινοπώλαις,
ἐγκριδοπώλαις, σπερματοπώλαις.
τίνες γὰρ ἂν εἶεν οἱ μυστριοπῶλαι ἀλλ᾽ οἱ τὰ μύστρα πωλοῦντες; μαθὼν οὖν ἐκ τούτων, καλέ μου Συραττικέ, τὴν τοῦ μύστρου χρῆσιν ἐμφοροῦ τοῦ χόνδρου, ἵνα μὴ λέγῃς ' ἄκικύς εἰμι κὠλιγοδρανέω

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load focus English (C. D. Yonge, B.A., 1854)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: