98. τί δεῖ πρὸς τούτοις ἔτι παρατίθεσθαι τὰ ἐκ Ταγηνιστῶν τοῦ χαρίεντος Ἀριστοφάνους; πάντες γὰρ τῆς καταχήνης αὐτοῦ πλήρεις ἐστέ. τῶν δὲ Μεταγένους ἐκ Θουριοπερσῶν μνημονεύσας καταπαύσω τὸν λόγον, μακρὰ χαίρειν εἰπὼν ταῖς Νικοφῶντος Σειρῆσιν, ἐν αἷς τάδε γέγραπται: [p. 212]
φυλλοροήσει καὶ τευθιδίοις ἁπαλοῖσι κίχλαις τ᾽
ἀναβράστοις.
’
νειφέτω μὲν ἀλφίτοις.
ψακαζέτω δ᾽ ἄρτοισιν, ὑέτω δ᾽ ἔτνει,
ζωμὸς διὰ τῶν ὁδῶν κυλινδείτω κρέα,
πλακοῦς ἑαυτὸν ἐσθίειν κελευέτω.