Δίφιλος δ᾽ ἐν Ἐμπόρῳ καὶ νόμον εἶναί φησι παρὰ Κορινθίοις τινὰ τοιοῦτον
ἀπορούμενός τε τἄλλα πρὸς τοῦτ᾽ εὐπορεῖ,
τῆς νυκτὸς οὗτος τοὺς ἀπαντῶντας ποεῖ
γυμνούς, ἀναγκάζει τ᾽ ἐπάν τις ἐκδυθῇ,
τηρεῖν ἕωθεν εὐθὺς ἐν τοῖς ἰχθύσιν
ὃν ἂν δ᾽ ἴδῃ πρῶτον πένητα καὶ νέον
παρὰ Μικίωνος ἐγχέλεις ὠνούμενον,
ἀπάγειν λαβόμενον εἰς τὸ δεσμωτήριον.
νόμιμον τοῦτ᾽ ἐστί, βέλτιστ᾽, ἐνθάδε
Κορινθίοισιν, ἂν τιν᾽ ὀψωνοῦντ᾽ ἀεὶ