10. οὐκ ἀπιθάνως δὲ καὶ Δίφιλος ἐν Ἐμπόρῳ περὶ τοῦ παμπόλλου πιπράσκεσθαι τοὺς ἰχθῦς λέγει ὧδε:
μιαρώτατον τοῦτ᾽ ἐστίν. α. εἰ μὴ νὴ Δία
τοὺς ἰχθυοπώλας τις λέγειν
μιαρωτάτους βούλοιτο. Β. μετά γε τοὺς τραπεζίτας: ἔθνος
τούτου γὰρ οὐδέν ἐστιν ἐξωλέστερον.
οὐ πώποτ᾽ ἰχθῦς οἶδα τιμιωτέρους
ἰδών. Πόσειδον, εἰ δεκάτην ἐλάμβανες
αὐτῶν ἀπὸ τῆς τιμῆς ἑκάστης ἡμέρας,
πολὺ τῶν θεῶν ἂν ἦσθα πλουσιώτατος.