‘6.
ὀκτὼ λάβοις ἄν;’ ‘εἴπερ ὠνεῖ τὸν ἕτερον.’
‘ὧ τάν, λαβὲ καὶ μὴ παῖζε.’ ‘ τοσουδί; ὁ παράτρεχε.’
ταῦτ᾽ οὐχὶ πικρότερ᾽ ἐστὶν αὐτῆς τῆς χολῆς;
Δίφιλος Πολυπράγμονι:
ᾤμην ἐγὼ τοὺς ἰχθυοπώλας τὸ πρότερον
εἶναι πονηροὺς τοὺς Ἀθήνησιν μόνους.
τόδε δ᾽, ὡς ἔοικε, τὸ γένος ὥσπερ θηρίων [p. 14]
ἐπίβουλόν ἐστι τῇ φύσει καὶ πανταχοῦ.
ἐνταῦθα γοῦν ἔστιν τις ὑπερηκοντικώς,
κόμην τρέφων μὲν πρῶτον ἱερὰν τοῦ θεοῦ,