Δίφιλος δ᾽ ἐν Ἐλαιῶνι
ἡμῖν δὲ ταῦτ᾽ οὐκ ἔστιν, ἀλλὰ πάντα δεῖ
εὑρεῖν, ὀνόματα καινά, καινά πράγματα,
καινοὺς λόγους κἄπειτα τὰ διῳκημένα
πρότερον, τὰ νῦν παρόντα, τὴν καταστροφήν,
τὴν εἰσβολήν. ἂν ἕν τι τούτων παραλίπῃ
Χρέμης τις ἢ Φείδων τις, ἐκσυρίττεται:
Πηλεῖ δὲ ταῦτ᾽ ἔξεστι καὶ Τεύκρῳ ποιεῖν.
ἢ Φρουροῦσι: ὦ τόνδ᾽ ἐποπτεύουσα καὶ κεκτημένη
Βραυρῶνος ἱεροῦ θεοφιλέστατον τόπον,