previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

23. εὑρίσκω δὲ καὶ παρὰ τοῖς κωμικοῖς κυλιστὸν τινα καλούμενον στέφανον καὶ μνημονεύοντα αὐτοῦ Ἄρχιππον ἐν Ῥίνωνι διὰ τούτων

ἀθῷος ἀποδοὺς θοἰμάτιον ἀπέρχεται,
στέφανον ἔχων τῶν ἐκκυλίστων οἴκαδε
. Ἄλεξις δ᾽ ἐν μὲν Ἀγωνίδι Ἱππίσκῳ::

τρίτος οὗτος δ᾽ ἔχει
σύκων κυλιστὸν στέφανον. ἀλλ᾽ ἔχαιρε καὶ
ζῶν τοῖς τοιούτοις.
ἐν δὲ τῷ Σκίρωνί φησι:

ὥσπερ κυλιστὸς στέφανος αἰωρούμενος.
μνημονεύει δ᾽ αὐτοῦ καὶ Ἀντιφάνης ἐν Ἑαυτοῦ ἐρῶντι, Εὔβουλος δ᾽ ἐν Οἰνομάῳ Πέλοπι:

περιφοραῖς κυκλούμενος
ὥσπερ κυλιστὸς στέφανος.
τίς οὖν οὗτος κυλιστός; οἶδα γὰρ τὸν Θυατειρηνὸν Νίκανδρον ἐν τοῖς Ἀττικοῖς Ὀνόμασι λέγοντα τάδε: ‘ἐκκύλιστοι : στέφανοι, καὶ μάλιστα οἱ ἐκ ῥόδων.’ καὶ τὸ εἶδος ὁποῖον ζητῶ, [p. 134] Κύνουλκε, καὶ μή μοι εἴπῃς ὅτι δεῖ τοὺς ἁδροὺς ἀκούειν. σὺ γὰρ εἶ τὰ ἐν τοῖς βιβλίοις οὐ μόνον ἀπόρρητα ἐκλέγων ἀλλὰ καὶ διορύττων,2 καθάπερ οἱ παρὰ Βάτωνι τῷ κωμῳδιοποιῷ ἐν Συνεξαπατῶντι φιλόσοφοι, περὶ ὧν καὶ Σοφοκλῆς Συνδείπνοις φησίν, οὖσί σοι παραπλησίοις :

οὔτοι γένειον ὧδε χρὴ διηλιφὲς
φοροῦντα κἀντίπαιδα καὶ γένει μέγαν
γαστρὸς καλεῖσθαι παῖδα, τοῦ πατρὸς παρόν.
ἐπειδὴ οὖν ἤδη καὶ σὺ πεπλήρωσαι οὐ μόνον τῶν τοῦ γλαύκου κρανίων ἀλλὰ καὶ τῆς ἀειζώου βοτάνης, ἧς Ἀνθηδόνιος ἐκεῖνος δαίμων ἐμφορηθεὶς ἀθάνατος πάλιν % ητις % γέγονε, λέγε ἡμῖν περὶ τοῦ προκειμένου, ἵνα μὴ κατὰ τὸν θεῖον Πλάτωνα ὑπολάβωμέν σε ἀποθανόντα μεταμορφωθῆναι, τοὺς μὲν γὰρ τὰς γαστριμαργίας τε καὶ ὕβρεις καὶ φιλοποσίας μεμελετηκότας καὶ μὴ διευλαβουμένους εἰς τὰ τῶν ὄνων γένη καὶ τῶν τοιούτων θηρίων εἰκὸς ἐνδύεσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: