οὐ γὰρ κακῶς τινι τῶν ἑταίρων ἡμῶν ἐλέχθη τὸ ‘εἰ μὴ ἰατροὶ ἦσαν, οὐδὲν ἂν ἦν τῶν γραμματικῶν μωρότερον.’ τίς γὰρ ἡμῶν οὐκ οἶδεν ὅτι οὐκ ἦν οὗτος ὁ ἀποκοτταβισμὸς ἀρχαῖος; εἰ μή τι σὺ καὶ τοὺς Ἀμειψίου Ἀποκοτταβίζοντας ἀποβλύζειν ὑπολαμβάνεις. ἐπεὶ οὖν ἄπειρος εἶ τῆς τοιαύτης θεωρίας, μάθε παρ᾽ ἐμοῦ ὅτι πρῶτον μὲν ἡ τῶν κοττάβων εὕρεσις Σικελική ἐστιν παιδιά, ταύτην πρώτων εὑρόντων Σικελῶν, ὡς Κριτίας φησὶν ὁ Καλλαίσχρου ἐν τοῖς Ἐλεγείοις διὰ τούτων
ὄρσ᾽ Ἀσκληπιάδη, καλέει κρείων σε Χαρωνεύς.
Δικαίαρχος δ᾽ ὁ Μεσσήνιος, Ἀριστοτέλους μαθητής, ἐν τῷ περὶ Ἀλκαίου καὶ τὴν λατάγην φησὶν εἶναι Σικελικὸν ὄνομα, λατάγη δ᾽ ἐστὶν τὸ ὑπολειπόμενον ἀπὸ τοῦ ἐκποθέντος ποτηρίου ὑγρόν, ὃ συνεστραμμένῃ τῇ χειρὶ ἄνωθεν ἐρρίπτουν οἱ [p. 68] παίζοντες εἰς τὸ κοττάβιον. Κλείταρχος δ᾽ ἐν τῇ περὶ Γλωττῶν πραγματείᾳ λατάγην Θεσσαλοὺς καὶ Ῥοδίους τὸν ἀπὸ τῶν ποτηρίων κότταβον λέγειν.
κότταβος ἐκ Σικελῆς ἐστι χθονὸς ἐκπρεπὲς ἔργον,
ὃν σκοπὸν ἐς λατάγων τόξα καθιστάμεθα.