previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

10. ἀλλὰ μὴν καὶ ἱερώτατος Πλάτων ἐν ἑβδόμῳ Νόμων πρόβλημά τι προβάλλει στεφανωτικόν, ὅπερ ἄξιόν ἐστιν ἐπιλύσασθαι, οὕτως λέγοντος τοῦ φιλοσόφου: ‘ μήλων τέ τινων διανομαὶ καὶ στεφάνων πλείοσιν ἅμα καὶ ἐλάττοσιν ἁρμοττόντων τῶν ἀριθμῶν τῶν αὐτῶν.’ μὲν Πλάτων οὕτως [p. 94] εἶπεν. ἐστὶν δ᾽ λέγει τοιοῦτον ἕνα βούλεσθαι ἀριθμὸν εὑρεῖν, ἕως τοῦ τελευταίου εἰσελθόντος ἐξ ἴσου πάντες ἕξουσιν ἤτοι μῆλα στεφάνους, φημὶ οὖν τὸν τῶν ἑξήκοντα ἀριθμὸν εἰς ἓξ συμπότας δύνασθαι τὴν ἰσότητα πληροῦν, οἶδα γὰρ ὅτι κατ᾽ ἀρχὰς ἐλέγομεν μὴ συνδειπνεῖν τῶν πέντε γε πλείους: ὅτι δ᾽ ἡμεῖς ψαμμακόσιοι ἐσμὲν δῆλον. οὖν τῶν ἑξήκοντα ἀριθμὸς εἰς ἐξ συμπληρωθέντος τοῦ συμποσίου ἀρκέσει οὕτως. εἰσῆλθεν εἰς τὸ συμπόσιον πρῶτος καὶ ἔλαβεν στεφάνους ἑξήκοντα ἐπεισελθόντι τῷ δευτέρῳ δίδωσιν τοὺς ἡμίσεις καὶ ἑκατέρῳ γίνονται τριάκοντα: καὶ τρίτῳ ἐπεισελθόντι συνδιαιρούμενοι τοὺς πάντας ἐξ εἴκοσιν ἔχουσι, τετάρτῳ πάλιν ὁμοίως κοινωνήσαντες ἐκ δεκαπέντε,7 πέμπτῳ δὲ ἐκ δώδεκα καὶ τῷ ἕκτῳ ἐκ δέκα. καὶ οὕτως ἰσότης ἀναπληροῦται τῶν στεφάνων.”

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: