previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

77. τοιαῦτά τινα ἔτι τοῦ Οὐλπιανοῦ διαλεγομένου ἐπελθὼν εἷς ἐκείνων τῶν σοφιστῶν μαγείρων ἐκήρυσσε μῦμα. καὶ πολλῶν ξενιζομένων ἐπὶ τῷ [p. 32] κηρύγματιου᾽ γὰρ ἐδείκνυεν στιγματίας τι ἦν ἔφη: ‘ ἀγνοεῖν μοι δοκεῖτε, ἄνδρες δαιταλῆς, ὅτι καὶ Κάδμος τοῦ Διονύσου πάππος μάγειρος ἦν.’ σιωπησάντων δὲ καὶ ἐπὶ τούτῳ πάντων Εὐήμερος, ἔφη, Κῷος ἐν τῷ τρίτῳ τῆς Ἱερᾶς ἀναγραφῆς τοῦθ᾽ ἱστορεῖ, ὡς Σιδωνίων λεγόντων τοῦτο, ὅτι Κάδμος μάγειρος ὢν τοῦ βασιλέως καὶ παραλαβὼν τὴν Ἁρμονίαν αὐλητρίδα καὶ αὐτὴν οὖσαν τοῦ βασιλέως ἔφυγεν σὺν αὐτῇ.

ἐγὼ δὲ φεύξομαι γ᾽ ἐλεύθερος γεγώς.
οὐδὲ γὰρ ἂν εὕροι τις ὑμῶν δοῦλον μάγειρόν τινα ἐν κωμῳδίᾳ πλὴν παρὰ Ποσειδίππῳ μόνῳ. δοῦλοι δ᾽ ὀψοποιοὶ παρῆλθον ὑπὸ πρώτων Μακεδόνων τοῦτ᾽ ἐπιτηδευσάντων δι᾽ ὕβριν δι᾽ ἀτυχίαν τῶν αἰχμαλωτισθεισῶν πόλεων, ἐκάλουν δ᾽ οἱ παλαιοὶ τὸν μὲν πολιτικὸν μάγειρον μαίσωνα, τὸν δ᾽ ἐκτόπιον τέττιγα. Χρύσιππος δ᾽ φιλόσοφος τὸν μαίσωνα ἀπὸ τοῦ μασᾶσθαι οἴεται κεκλῆσθαι, οἷον τὸν ἀμαθῆ καὶ πρὸς γαστέρα νενευκότα, ἀγνοῶν ὅτι Μαίσων γέγονεν κωμῳδίας ὑποκριτὴς Μεγαρεὺς τὸ γένος, ὃς καὶ τὸ προσωπεῖον εὗρε τὸ ἀπ᾽ αὐτοῦ καλούμενον μαίσωνα, ὡς Ἀριστοφάνης φησὶν Βυζάντιος ἐν τῷ περὶ Προσώπων, εὑρεῖν αὐτὸν φάσκων καὶ τὸ τοῦ θεράποντος πρόσωπον καὶ τὸ τοῦ μαγείρου. καὶ εἰκότως καὶ τὰ τούτοις πρέποντα σκώμματα καλεῖται μαισωνικά. μάλιστα [p. 34] γὰρ εἰσάγονται οἱ μάγειροι σκωπτικοί τινες,1 ὡς παρὰ Μενάνδρῳ ἐν Ἐπιτρέπουσιν. καὶ Φιλήμων δὲ πού φησιν

σφίγγ᾽ ἄρρεν᾽, οὐ μάγειρον, εἰς τὴν οἰκίαν
εἴληφ᾽ : ἁπλῶς γὰρ οὐδὲ ἕν, μὰ τοὺς θεούς,
ὧν ἂν λέγῃ συνίημι: καινὰ ῥήματα
πεπορισμένος πάρεστιν ,3
τὸν δὲ Μαίσωνα Πολέμων ἐν τοῖς πρὸς Τίμαιον ἐκ τῶν ἐν Σικελίᾳ φησὶν εἶναι Μεγάρων καὶ οὐκ ἐκ τῶν Νισαίων. ἀλλ᾽ γε Ποσείδιππος περὶ δούλων μαγείρων ἐν Ἀποκλειομένῃ φησὶν

ταυτὶ μὲν οὖν τοιαῦτα. συμβαίνει δέ τι
νῦν μοι διακονοῦντι παρὰ τῷ δεσπότῃ
ἀστεῖον: οὐχ ἁλώσομ᾽ ἐκφέρων κρέας.
καὶ ἐν Συντρόφοις:

ἐβάδιζες ἔξω τῶν πυλῶν μάγειρος ὤν;
β. ἐντὸς πυλῶν γὰρ ἂν μένων ἄδειπνος ἦν.
α. πότερ᾽ οὖν ἀφεῖσαι; Β. κατ᾽ ἀγορὰν ἐργάζομαι:
ἐπρίατο γάρ τις ὁμότεχνός με γνώριμος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: