previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

35. [p. 422] εἰπόντος δὲ ἐπὶ τούτοις Αἰμιλιανοῦ: ‘ ἀλλὰ μήν, ἑταῖρε Μασούριε, πολλάκις καὶ αὐτὸς ἐν ἐννοίᾳ γίνομαι, μουσικῆς ὢν ἐραστής, περὶ τῆς μαγάδιδος καλουμένης, πότερον αὐλῶν εἶδος κιθάρας ἐστίν, μὲν γάρ ἥδιστος Ἀνακρέων λέγει που:

ψάλλω δ᾽ εἴκοσι
χορδαῖσι μάγαδιν ἔχων, Λεύκασπι, σὺ δ᾽ ἡβᾷς.
Ἴων δ᾽ Χῖος ἐν Ὀμφάλῃ ὡς περὶ αὐλῶν λέγει διὰ τούτων

Λυδός τε μάγαδις αὐλὸς ἡγείσθω βοῆς.
ὅπερ ἐξηγούμενος ἰαμβεῖον Ἀρίσταρχος γραμματικός, ὃν μάντιν ἐκάλει Παναίτιος Ῥόδιος φιλόσοφος διὰ τὸ ῥᾳδίως καταμαντεύεσθαι τῆς τῶν ποιημάτων διανοίας, γένος αὐλοῦ φησιν εἶναι τὸν μάγαδιν, οὔτ᾽ Ἀριστοξένου τοῦτ᾽ εἰπόντος ἐν τοῖς.περὶ Αὐλητῶν ἐν τοῖς περὶ Αὐλῶν καὶ 'ι Ὀργάνων, ἀλλὰ μὴν οὐδὲ Ἀρχεστράτου:: πεποίηται γὰρ καὶ τούτῳ δύο βυβλία περὶ Αὐλητῶν, οὐκ εἶπεν δὲ τοῦτο οὐδὲ Πύρρανδρος ἐν τῷ περὶ Αὐλητῶν, οὐδὲ Φίλλις Δήλιος. ξυνέγραψε γὰρ καὶ οὗτος περὶ Αὐλητῶν καὶ Εὐφράνωρ. Τρύφων δ᾽ ἐν δευτέρῳ περὶ Ὀνομασιῶν λέγει οὕτως μάγαδις καλούμενος αὐλός. καὶ πάλιν [p. 424] μάγαδις ἐν ταὐτῷ ὀξὺν καὶ βαρὺν φθόγγον ἐπιδείκνυται, ὡς Ἀναξανδρίδης ἐν Ὁπλομάχῳ φησίν

μαγάδι λαλήσω μικρὸν ἅμα σοι καὶ μέγα.
τὴν ἀπορίαν οὖν μοι ταύτην οὐδεὶς ἄλλος δυνήσεται ἀπολύσασθαι, καλὲ Μασούριε, σύ.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: