previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

28. καλεῖται δ᾽ μὲν σατυρικὴ ὄρχησις, ὥς φησιν Ἀριστοκλῆς ἐν πρώτῳ περὶ Χορῶν, σίκιννις καὶ οἱ σάτυροι σικιννισταί. τινὲς δέ φασιν Σίκιννόν τινα βάρβαρον εὑρετὴν αὐτῆς γενέσθαι, ἄλλοι δὲ Κρῆτα λέγουσι τὸ γένος εἶναι τὸν Σίκιννον. ὀρχησταὶ δ᾽ οἱ Κρῆτες, ὥς φησιν Ἀριστόξενος. Σκάμων δ᾽ ἐν πρώτῳ περὶ Εὑρημάτων σίκιννιν αὐτὴν εἰρῆσθαι ἀπὸ τοῦ σείεσθαι, καὶ πρῶτον ὀρχήσασθαι τὴν σίκιννιν Θέρσιππον. προτέρα δ᾽ εὕρηται περὶ τοὺς πόδας κίνησις τῆς διὰ τῶν χειρῶν, οἱ γὰρ παλαιοὶ τοὺς πόδας μᾶλλον ἐγυμνάζοντο ἐν τοῖς ἀγῶσι καὶ τοῖς κυνηγεσίοις. οἱ δὲ Κρῆτες κυνηγετικοί, διὸ καὶ ποδώκεις. εἰσὶ δέ τινες οἵ φασι τὴν σίκιννιν ποιητικῶς ὠνομάσθαι ἀπὸ τῆς κινήσεως, ἣν καὶ οἱ σάτυροι ὀρχοῦνται ταχυτάτην οὖσαν. οὐ γὰρ ἔχει πάθος αὕτη ὄρχησις, διὸ οὐδὲ βραδύνει, συνέστηκεν δὲ καὶ σατυρική: πᾶσα ποίησις τὸ παλαιὸν ἐκ χορῶν, ὡς καὶ τότε τραγῳδία: διόπερ οὐδὲ ὑποκριτὰς εἶχον. τρεῖς δ᾽ εἰσὶ τῆς σκηνικῆς ποιήσεως ὀρχήσεις, τραγική, κωμική, σατυρική, ὁμοίως δὲ καὶ τῆς λυρικῆς ποιήσεως τρεῖς, πυρρίχη, γυμνοπαιδική, ὑπορχηματική. καὶ ἐστὶν ὁμοία μὲν πυρρίχη τῇ σατυρικῇ : ἀμφότεραι γὰρ διὰ τάχους, πολεμικὴ δὲ δοκεῖ εἶναι πυρρίχη : ἔνοπλοι γὰρ αὐτὴν παῖδες ὀρχοῦνται. τάχους δὲ δεῖ τῷ πολέμῳ εἰς [p. 402] τὸ διώκειν καὶ εἰς τὸ ἡττωμένουςφεύγειν μηδὲ μένειν μηδ᾽ αἰδεῖσθαι κακοὺς εἶναι.’ δὲ γυμνοπαιδικὴ παρεμφερής ἐστι τῇ τραγικῇ ὀρχήσει ἥτις ἐμμέλεια καλεῖται: ἐν ἑκατέρᾳ δὲ ὁρᾶται τὸ βαρὺ καὶ σεμνόν. δ᾽ ὑπορχηματικὴ τῇ κωμικῇ οἰκειοῦται ἥτις καλεῖται κόρδαξ: παιγνιώδεις δ᾽ εἰσὶν ἀμφότεραι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: