previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

60. Ἀπολλόδωρος δ᾽ ἐν τῷ περὶ Ἑταιρῶν δύο ἀναγράφει Φρύνας γεγονέναι, ὧν τὴν μὲν ἐπικαλεῖσθαι Κλαυσιγέλωτα, τὴν δὲ Σαπέρδιον. Ἡρόδικος δὲ ἐν ἕκτῳ Κωμῳδουμένων τὴν μὲν παρὰ τοῖς ῥήτορσί φησιν ὀνομαζομένην Σηστὸν καλεῖσθαι διὰ τὸ ἀποσήθειν καὶ ἀποδύειν τοὺς συνόντας αὐτῇ, τὴν δὲ Θεσπικήν. ἐπλούτει δὲ σφόδρα Φρύνη καὶ ὑπισχνεῖτο τειχιεῖν τὰς Θήβας, ἐὰν ἐπιγράψωσιν Θηβαῖοι ὅτιἈλέξανδρος μὲν κατέσκαψεν, ἀνέστησεν δὲ Φρύνη ἑταίρα,’ ὡς ἱστορεῖ Καλλίστρατος ἐν τῷ περὶ Ἑταιρῶν. εἴρηκεν δὲ περὶ τοῦ πλούτου αὐτῆς Τιμοκλῆς κωμικὸς ἐν Νεαίρᾳ πρόκειται τὸ μαρτύριον καὶ Ἄμφις ἐν Κουρίδι. παρεσίτει δὲ [p. 190] τῇ Φρύνῃ Γρυλλίων εἷς ὢν τῶν Ἀρεοπαγιτῶν, ὡς καὶ Σάτυρος Ὀλύνθιος ὑποκριτὴς Παμφίλῃ. Ἀριστογείτων δὲ ἐν τῷ κατὰ Φρύνης τὸ κύριόν φησιν αὐτῆς εἶναι ὄνομα Μνησαρέτην. οὐκ ἀγνοῶ δὲ ὅτι τὸν ἐπιγραφόμενον κατ᾽ αὐτῆς Εὐθίου λόγον Διόδωρος περιηγητὴς Ἀναξιμένους φησὶν εἶναι. Ποσείδιππος δ᾽ κωμικὸς ἐν Ἐφεσίᾳ τάδε φησὶν περὶ αὐτῆς

Φρύνη ποθ᾽ ἡμῶν γέγονεν ἐπιφανεστάτη
πολὺ τῶν ἑταιρῶν, καὶ γὰρ εἰ νεωτέρα
τῶν τότε χρόνων εἶ, τὸν γ᾽ ἀγῶν᾽ ἀκήκοας.
βλάπτειν δοκοῦσα τοὺς βίους μείζους βλάβας
τὴν ἡλιαίαν εἷλε περὶ τοῦ σώματος,
καὶ τῶν δικαστῶν καθ᾽ ἕνα δεξιουμένη
μετὰ δακρύων διέσωσε τὴν ψυχὴν μόλις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: